Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 140 141 142 143 144 145 146 147 148 ... 182
Перейти на страницу:
ἀλλήλοις κεκραµένων γεγονέναι διαπεφώνηται µέν, ἀλλ’ οὐκ εἰς τοσοῦτον, ὅσον αἱ Θεσσαλοῦ κοινότητες, εἴ γε καὶ Πλάτων καὶ Ζήνων ᾿Αριστοτέλης τε καὶ Θεόφραστος Εὔδηµός τε καὶ Κλεάνθης καὶ Χρύσιππος ἅµα πολλοῖς φιλοσόφοις, ὧν οἱ µὲν Στωϊκοὺς οἱ δὲ Περιπατητικοὺς οἱ δὲ Πλατωνικοὺς ἑαυτοὺς ὠνόµασαν, ὁµολογοῦσιν ἀµφ’ αὐτά· αἱ δ’ ὑπὸ Θεσσαλοῦ κοινότητες εἰρηµέναι τοσούτου δέουσιν ἀρέσκειν τοὺς ἄλλους ἰατρούς, ὥστ’ οὐδ’ αὐτοῖς τούτοις ὁµολογοῦνται τοῖς ἀµεθόδοις µὲν ὄντως, ὀνόµατι δὲ σεµνῷ τῷ τῆς µεθόδου καθάπερ τινὶ προβλήµατι κεχρηµένοις. οὔτε γὰρ ῾Ιπποκράτης οὔτε Διοκλῆς οὔτε Πλειστόνικος οὔτε Πραξαγόρας οὔτε Φυλότιµος οὔτε Μνησίθεος οὔτε ᾿Ερασίστρατος οὔτε ῾Ηρόφιλος οὔτε ἄλλος τις ἰατρὸς οὔτε Λογικὸς οὔτε ᾿Εµπειρικὸς ἠρέσθη ταῖς Θεσσαλοῦ κοινότησι. καὶ µὴν εἰ χρὴ παραβαλεῖν ἀλλήλαις τὰς διαφωνίας, οὐ µικρῷ τινι προὔχουσαν εὑρήσεις τὴν περὶ τὰς τοῦ Θεσσαλοῦ κοινότητας. τριῶν γὰρ οὐσῶν ἐν ἰατρικῇ κατὰ γένος αἱρέσεων, ὡς αὐτοὶ λέγουσιν, ὅταν οἵ τ’ ἀπὸ τῆς ἐµπειρίας ὄντες οἵ τε δογµατίζοντες ἀναιρῶσι τὰς Θεσσαλοῦ κοινότητας, οὐ µικράν τινα χρὴ νοµίζειν εἶναι τὴν τοιαύτην διαφωνίαν, <ἀλλ’> ἀνυπέρβλητον τὸ µέγεθος αὐτῆς γίγνεται, µήτ’ αὐτοῦ τοῦ γεννήσαντος τὰς κοινότητας Θεµίσωνος µήτε τῶν ἀπ’ αὐτοῦ µηδενός, ἀλλὰ µηδὲ τῶν ἀµεθόδων Θεσσαλείων µηδενὸς φυλάξαντος αὐτάς. οὐδεὶς γοῦν ἐστιν ὃς οὐκ ἤτοι προσέθηκεν αὐταῖς ἄλλας ἢ ἀφεῖλεν ἢ µετεκόσµησέ πως. καίτοι γε οὐδ’ εἰ πάντες οὗτοι συνεφώνουν ἀλλήλοις, οὐδ’ οὕτω µικρά τις ἦν ἡ διαφωνία πρὸς τοὺς ἄλλους αὐτοῖς. ὁπότε δ’ ἐπ’ ἐκείνοις ἅπασιν οὐδ’ αὐτοὶ συµφέρονται, µόνος ἀπολείπεται ὁ Θεσσαλὸς ὁµόψηφον ἔχων οὐδένα πλὴν ἄχρι λόγου τοῦτον τὸν ᾿Ιουλιανόν. ἔργῳ µὲν γὰρ ἐδείχθη καὶ οὗτος ἐναντιώτατα λέγων αὐτῷ, καὶ ὅστις περὶ τούτου πεισθῆναι βούλεται, τοῖς Περὶ τῆς µεθοδικῆς αἱρέσεως ὑποµνήµασιν ἡµῶν ἐντυχέτω. ἀλλὰ καίτοι µόνος ὁ Θεσσαλὸς εἰ φαίη τοῖς ὑπὲρ ἀληθείας ἀγωνιζοµένοις ἀπόδειξιν εἶναι τὸ κριτήριον <καὶ> συµφωνίαν τῶν τοῖς ἄλλοις δοκούντων, οὐδεὶς αὐτοῦ καταγνώσεται, εἶτα Θεσσαλοῦ µὲν οὐ προκαταγινώσκοµεν, ἅπασι τοῖς ἄλλοις διαφωνοῦντος ῾Ιπποκράτους, <ᾧπερ> πρὸς τοῖς ἀρίστοις ἰατροῖς οἱ κράτιστοι τῶν φιλοσόφων µαρτυροῦσιν, ἀπιστήσοµεν δ’ ἐκ µόνης διαφωνίας; τίς ἂν τούτων ἀνασχέσθαι δύναιτο; τίς περιµεῖναι λῆρον τοιοῦτον; τίς οὐκ ἂν ἀλγήσειεν ἀπολλὺς τὸν χρόνον εἰς ἀντιλογίαν ἀνθρώπου µήθ’ ὧν αὐτὸς εἶπε µεµνηµένου µήθ’ ὧν γράφει συνιέντος, ἀλλὰ αὐτὸ δὴ τοῦτο τὸ κατὰ τὴν παροιµίαν ὅ τι περ ἂν ἐπὶ γλῶτταν ἔλθῃ φλυαροῦντος;

6. ᾿Αλλὰ γὰρ ἐάσαντες ἤδη καὶ ταῦτα τῶν ἑξῆς εἰρηµένων ἀκούσωµεν αὐτῷ καὶ πρώτης γε τῆς ῥήσεως, ἐν ᾗ φησὶ τὸν προκείµενον ἀφορισµὸν ῥίζαν τε καὶ πηγὴν ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν ‘τῶν νοσηµάτων ἐστὶ συνεκτικὸν αἴτιον’. ἄµεινον ἴσως κἀνταῦθα παραγράψαι τὴν ῥῆσιν ὅλην αὐτοῖς ὀνόµασι. γέγραπται δ’ οὕτως ὑπ’ αὐτοῦ· αὐτίκα τὸ ὧδέ πως εἰρηµένον (καιρὸς γὰρ ἤδη ἐπὶ τὴν ἐξ εὐθείας παρελθεῖν ἀντίρρησιν)· “ἐν τῇσι ταραχῇσι τῆς κοιλίης”, ὡς τὸ παραλειπόµενον τοῦ ἀφορισµοῦ ἅπαν ῥίζαν τε καὶ πηγὴν ἔχει τὸ ὅτι πλῆθος ὑγρῶν νοσοποιεῖ τὰ σώµατα κατὰ ἔννοιαν συνεκτικοῦ αἰτίου, ὅθεν ἀποδεδειγµένῳ τῷ οὐκ ἐν ὑγροῖς εἶναι αἴτια τῶν παθῶν (ψευδὴς γὰρ ἡ δόξα) συναποδέδεικται καὶ ἡ τοῦ ἀφορισµοῦ µοχθηρία, ὅτι ἀδήλῳ εὑρήµατι ἕπονται ψεύδη. αὕτη µὲν ἡ ῥῆσις αὐτοῦ· κάλλιστον δ’ ἦν, εἴπερ ἐνεχώρει γενέσθαι θέατρόν τι πληρώσαντας µὴ τοιοῦτον οἷον ὁ Θεσσαλὸς ὑποθέµενος ἐστεφάνωσεν ἑαυτὸν ἐν τοῖς ληρώδεσι βιβλίοις, ἀλλ’ ὂν µεστὸν ἀνδρῶν πεπαιδευµένων, ἐρέσθαι τὸν ᾿Ιουλιανὸν <ἐξ> ὁποίας ὁρµώµενος ἀποδεικτικῆς µεθόδου τὸν εἰρηµένον ὑπ’ αὐτοῦ λόγον ἀληθῆ νοµίζει. γενήσεται γάρ, εἴ τις αὐτὸν ἑρµηνεύσειεν, ὡς προσήκει, τοιόσδε· ‘τοῖς ἡγουµένοις ἐπὶ ταῖς κενώσεσιν ὠφελεῖσθαι τοὺς κάµνοντας ἀναγκαῖόν ἐστι συνεκτικὸν αἴτιον ὑποθέσθαι τῶν νόσων πλῆθος.’ εἰ δ’ ἀληθής ἐστιν ὁ λόγος οὗτος, ἡδέως ἂν ἐπει<ρώ>µην τοῦ θεάτρου πεπαιδευµένων ἀνδρῶν, ἵνα κἀκ τοῦ πλήθους αὐτῶν αἴσθηταί ποτε τῆς ἐµπληξίας ὁ ληρώδης ᾿Ιουλιανός. ἐκ µὲν γὰρ αὐτῶν τῶν λεγοµένων ἀδύνατον αἰσθέσθαι τοιούτῳ γε ὄντι οἷον ἑαυτὸν ἐπιδείκνυται διὰ τῶν γραµµάτων. ἀλλ’ <οἷς τις> ἐν τῷ θεάτρῳ καλῶς ἐγχειρήσει, ταῦτα καὶ νῦν ἐρῶ. ἡ τῶν Θεσσαλείων ὄνων ἀγέλη φλεβοτοµοῦσι παµπόλλους τῶν πυρεττόντων. εἰ µὲν βλάπτεσθαι νοµίζουσιν ἐκ τῆς κενώσεως αὐτούς, οὐκ ὀρθῶς φλεβοτοµοῦσιν· εἰ δ’ ὠφελεῖσθαι, συνεκτικὸν αἴτιον ὑποτίθενται πλῆθος, ὅπερ οὐ βούλονται. τάχ’ οὖν ἄν τις ἐξ αὐτῶν εἴποι· ‘καὶ τίς ἀνάγκη συνεκτικὸν αἴτιον εἶναι τὸ πλῆθος ὠφελούσης τῆς κενώσεως;’ πρὸς ὃν ἀποκρίνασθαί µοι ῥᾷστον, ὡς ἀνάγκη µὲν οὐδεµία, λέγει δ’ οὖν ταῦτα τῶν ἐκ τῆς ἀγέλης τῆς ὑµῶν οὑτοσί, καὶ δείξω τὸν ᾿Ιουλιανὸν ἐκεῖνόν τε φήσω δίκαιον εἶναι λόγον ὑπέχειν ὧν ἐλήρησεν. οὕτω µὲν <ἂν> ἐν τῷ θεάτρῳ προσηνέχθη τις αὐτῶν. νυνὶ δὲ (οὐ γὰρ ἔχοµεν θέατρον) εἰς τὰς αὐτὰς ἥκουσι λαβὰς ὀλίγου <δεῖν> πάντες, ἄν τ’ ἀληθεῖς ὑπάρχωσιν ἄν τε καὶ προφανῶς ψευδεῖς.

᾿Ιουλιανὸς τοιγαρ<οῦν> ἀεὶ γράφει τὸ ἐπελθὸν αὐτῷ µηδεπώποτε φροντίσας ἀληθείας, ἐγὼ δὲ παρ’ ὅλον ἐµαυτοῦ τὸν βίον οὐδὲν οὕτω σπουδάσας ὡς γνῶναι πρῶτον µὲν ἀποδεικτικὴν ἐπιστήµην, ἀσκηθῆναι δ’ αὖθις αὐτῇ µετὰ πάσης σπουδῆς, ἔοικα κάµνειν µάτην. ὅσοι µὲν γὰρ ἀποδείξει παρακολουθοῦσι, τάχα µὲν καὶ γιγνώσκουσιν ὅλως µηδέπω τὸν ᾿Ιουλιανὸν ἀφιστάµενον λήρων. ὅσοι δ’ ἐκ τῆς ἀγέλης εἰσὶν αὐτοῦ, τὴν ἀρχὴν οὐδὲν µανθάνουσι τῶν λεγοµένων. διὰ ταῦτα τοίνυν, ὅπερ καὶ πρόσθεν ἔλεγον, οὐ σµικρόν µοι τοῦτον <τὸν> ἆθλον οἱ φίλοι προσέταξαν, ὧν ἕνεκεν ἐπιστηµονικωτέρων ἅψοµαι λόγων. ἐχρῆν µὲν δήπου µὴ φθέγγεσθαι µόνον ὀνόµατα τῇ διαφορᾷ τῶν αἰτίων προσήκοντα τὸν ᾿Ιουλιανόν, ἀλλὰ καὶ φυλάττειν αὐτῶν τὰ σηµαινόµενα. νυνὶ δὲ (καὶ γὰρ τοῦθ’ ἕν ἐστι τῆς ἐµπληξίας ἁπάντων τῶν Μεθοδικῶν κοινόν) ἄχρι µὲν τῆς προσηγορίας ἥκει τῶν συνεκτικῶν αἰτίων, οὐ παρακολουθεῖ δ’ ὅπῃ διαφέρει τῶν προηγουµένων ἢ πάντως ἂν ἐγίνω-σκεν <ὡς> ἡ τῶν νοσηµάτων αὔξησις τῶν προηγουµένων αἰτίων ἔργον ἐστίν. ὃ γὰρ ὅλως ἤρξατο τῆς γενέσεως τοῦ νοσήµατος, ἀνάγκη τοῦτο αὐξάνειν αὐτὸ µέχρι περ ἂν ἐνεργῇ τι παρόµοιον· εἴ γ’ οὕτως τύχοι, δριµὺ φάρµακον ὡς ἑλκοῦν δύνασθαι µιᾷ µὲν ὥρᾳ κατὰ τοῦ δέρµατος ἐπιτεθὲν αὐτὴν µόνην ἑλκώσει τὴν καλουµένην ἐπιδερµίδα. πλείονι δὲ χρόνῳ πλησιάζον ἔργον ἀξιόλογον ἐργάσεται πρώτου µὲν τοῦ δέρµατος, εἶτα καὶ τῶν ὑποκειµένων σαρκῶν. καὶ τὰ δὲ καλούµενα σηπτὰ µέχρι µὲν τῶν ὑποκειµένων ὀστῶν ἐνίοτε προέρχεται, διακαίοντα τὴν ἐπικειµένην αὐτοῖς <ἅπασαν> σάρκα. τοιαύτην οὖν φύσιν ἐχόντων τῶν προηγουµένων αἰτίων οὐχ οἷόν τε τὸ γεγονὸς ἤδη πάθος ἰάσασθαι µενόντων. ὅπου γὰρ ἐδείχθη µεῖζον γιγνόµενον, οὐκ ἂν δήπου τελέως ὑγιασθείη, πρὶν τὸ ποιοῦν ἀρθῆναι. τὰ τοίνυν προηγούµενα τῶν αἰτίων, οἷόν περ καὶ τὸ πλῆθός ἐστιν (ὑποκείσθω γὰρ πρῶτον ἐν τῷδε τῷ λόγῳ προηγούµενον), εἰ µή τις ἐκκόψει πρότερον, ἀδύνατον αὐτῷ τὸ ἤδη γεγονὸς πάθος ἰάσασθαι, καὶ διὰ τοῦτο <᾿Ασκληπιάδης> πλῆθος ἡγεῖται προκατάρχειν νόσων ὑπό

1 ... 140 141 142 143 144 145 146 147 148 ... 182
Перейти на страницу: