Шрифт:
Закладка:
ὁµοιότατον δὲ τούτοις αὐτοῦ τοῖς λόγοις ἐστὶ καὶ τὸ διὰ τῶν ἐχοµένων εἰρηµένον ἐν τῇδε τῇ ῥήσει· τό τε γίγνεσθαι ἐπὶ τῶν πλείστων ἐναλλὰξ ἐπιτάσεις τε καὶ ἀνέσεις ὑγεία ἀδιόριστος· ὁµοιούµενός τις, ὡς πρὸς ἡµῶν, κατὰ πᾶν συνεχείας ἐν τῷ σπανίως ὀλιγάκις τε φαινοµένῳ. ἐν τούτοις ᾿Ιουλιανὸς καταβάλλει τὴν δόξαν τῶν οἰοµένων ἀεὶ σωµατικὰς εἶναι τὰς κατασκευὰς τῶν παθῶν, ταῦτα ὡς µαρτυροῦντα γράφων τὰς ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν νοσηµάτων, οἰόµενος συµφωνεῖν µὲν τῇ δόξῃ τῶν Μεθοδικῶν, ἐναντιοῦσθαι δὲ τῇ τοῦ παλαιοῦ. καίτοι γ’ αὐτὸ τὸ ἐναντιώτατον εὕροις ἄν. αἱ µὲν γὰρ ἐν τοῖς στερεοῖς τοῦ ζῴου µέρεσι διαθέσεις ἐστηριγµέναι τέ εἰσι καὶ µόνιµοι, τὰ δὲ ὑγρὰ καὶ µεταρρεῖν εἰκὸς <εἰς> ἄλλο µόριον τοῦ ζῴου καὶ διαφορεῖσθαι λεπτυνόµενα καὶ κατά τινας αἰσθητοὺς πόρους ἐκκρίνεσθαι καὶ ποτὲ µὲν ὑπὸ τῆς διοικούσης τὰ ζῷα φύσεως πεττόµενα χρηστότερα γίνεσθαι, ποτὲ δ’ ὑπὸ πυρετώδους θερµασίας ἀλλοιούµενα µοχθηρότερα, καὶ τὰ µὲν ὑπὸ τοῦ διαπνεῖσθαι † συναπα τι τῆς πυρετώδους θερµότητος καὶ διὰ τοῦτο βελτίω γίγνεσθαι κεραννύµενα χρησταῖς τροφαῖς, τὰ δὲ συνδιαφθείρεσθαι ταῖς ἐπιρρεούσαις ἤτοι γ’ εὐθὺς ἔξωθεν οὔσαις µοχθηραῖς ἢ µὴ καλῶς ἔτι ἐν τῇ γαστρὶ πεφθείσαις ****** τοὺς δ’ ἐπὶ σηπεδόνι χυµῶν ἀναπτοµένους οὐδὲν δήπου θαυµαστόν ἐστιν, ὡς ἂν ἐκεῖνα τύχῃ κατά γε χώρας ἀθροιζόµενά <τε> καὶ σηπόµενα καὶ κενούµενα, τάς τε γενέσεις ἴσχειν καὶ τὰς παρακµάς.