Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 142 143 144 145 146 147 148 149 150 ... 182
Перейти на страницу:
ὀρρωδῶν περιττωµάτων. εἴρηται δὲ καὶ περὶ τούτων ἁπάντων ἐν ἄλλαις πραγµατείαις καὶ χρὴ τὸν βουλόµενον ἀκριβῶς τι γνῶναι περὶ αὐτῶν ἐκεῖθεν ἐκµανθάνειν. ὅτι µὲν οὖν ἡ φλεγµονὴ πληθωρικόν τι νόσηµά ἐστιν, οὐκ ἐν αὐτοῖς µόνοις τοῖς ἀγγείοις στεγοµένου τοῦ πλήθους, ἀλλὰ καὶ τὰς ἐν τοῖς µυσὶ χώρας κενὰς ἁπάσας καταλαµβάνοντος, ἐξ ἐκείνου µάλιστα µαθήσῃ τοῦ γράµµατος ἐν ᾧ Περὶ τῶν παρὰ φύσιν ὄγκων ὁ λόγος ἐστί µοι, ὅτι δ’ οὐχ οἷόν τε φλεγµονὴν ἅπασαν ἰάσασθαι ταχέως ἐν τοῖς Θεραπευτικῆς µεθόδου γράµµασιν εἴρηται κατ’ ἐκεῖνα µάλιστα τὰ βιβλία δι’ ὧν ἡ µέθοδος δείκνυται τῆς περὶ τῶν παρὰ φύσιν ὄγκων ἰάσεως. ἐνίοτε γὰρ οὕτως ἰσχυρῶς καὶ δυσλύτως ἐµπλάττονται ταῖς σαρξὶ γλίσχροι καὶ παχεῖς χυµοί, ὥστε κίνδυνον εἶναι χρονιζόντων αὐτῶν ἀκολουθήσειν σκίρρον. ἀλλ’ οἱ µηδὲν τούτων εἰδότες ἐξ ὧν ἀγνοοῦσι τὰ τῆς τέχνης ἐπίκαιρα <τολµῶσι> κατηγορεῖν ῾Ιπποκράτους. καίτοι γε ἀντιστρέψας ἄν τις, εἰ µὲν ἤτοι ψυχθείη <τι> τῶν στερεῶν σωµάτων ἢ θερµανθείη, ῥᾳδίαν ἔσεσθαί φησι τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον αὐτῷ, καθάπερ γε καὶ εἰ πυκνωθείη ποτὲ ἢ µανώτερον γεννη-θείη. τό τε γὰρ ψυχθὲν θερµῆναι καὶ τὸ θερµανθὲν ψύξαι καὶ τό τε πυκνωθὲν ἀραιῶσαι καὶ τὸ µανωθὲν πυκνῶσαι χαλεπὸν οὐδέν, ἐµπεπλασµένον δὲ χυµὸν ἤτοι γλίσχρον ἢ παχὺν ἐν σαρκώδεσι µορίοις ἐκκενῶσαι χαλεπώτατον. ὅπου γὰρ δὴ καὶ τὸν ἐκ τούτων τῶν ἀγγείων τῶν ἀραιῶν ἐκκαθῆραι ῥύπον οὐκ εὐπετές, ἦ πού γ’ ἐκ τῶν σαρκοειδῶν ἕτοιµον. ὥστε πάνυ µοχθηρὸς ὁ λόγος ὁ τὰς ἐν ὑγροῖς αἰτίας εὐιατοτέρας εἶναι φάσκων ἀεὶ τῶν ἐν τοῖς στερεοῖς. εἰ µὲν γὰρ ἁπλῶς πλῆθος εἴη, καθ’ ὅλην τοῦ ζῴου τὴν ἕξιν ἐν τοῖς ἀγγείοις περιεχόµενον, ὅπερ ἰδίως ὀνοµάζουσι πλῆθος, ἕτοιµόν τε παραχρῆµα κενῶσαι τοῦτο καὶ τῶν συµπτωµάτων ὁ κάµνων ἀπαλλαγήσεται τῶν δι’ αὐτοῦ. κακοχυµίας δέ τινος ἢ διαφθορᾶς ὑπαρχούσης ἀδύνατόν ἐστι διὰ κενώσεως ἀθρόας ἰάσασθαι τὸν ἄνθρωπον. καὶ µέντοι καὶ φαίνεται ταῦθ’ οὕτως γιγνόµενα, πολλοὶ µὲν γὰρ βαρυνόµενοί τε τὸ σῶµα καὶ τάσεως αἰσθανόµενοι παραχρῆµα τῶν συµπτωµάτων ἀπηλλάγησαν ἐπὶ ταῖς φλεβοτοµίαις, ἔνιοι δὲ µῆνα ὅλον ὑπὸ διαφθορᾶς ὀχλούµενοι διετέλεσαν, µήτ’ ἀθρόως ἐκκενῶσαι τὸ µοχθηρὸν αἷµα δυναµένων ἡµῶν µήθ’ ἕτερον ἀντεγχέαι χρηστόν. ἐκ µὲν γὰρ τῶν σίτων δήπου καλῶς κατεργασθέντων ἐν τῷ τοῦ ζῴου σώµατι τὸ χρηστὸν αἷµα γεννᾶσθαι πέφυκεν. ἐν αὐτῷ δὲ τῷ προσφέρεσθαι τροφὰς ἐπιτηδείους κίνδυνός ἐστι τῷ προϋπάρχοντι µοχθηρῷ συνδιαφθαρῆναι τὸ χρηστόν, ὅθεν οὐδὲ πᾶσαν οἷόν τε διαφθορὰν ἰάσασθαι, ἀλλ’ ἐκείνην µόνην ἐφ’ ἧς ἰσχυρὸν µὲν ἔτι τὸ σῶµά ἐστιν, ἡ δύναµις δ’ εὔρωστος. οὐ µὴν ἰῶδες ἐγένετο τὸ αἷµα παντάπασιν οὐδ’ οἷον συνδιαφθεῖραι τὴν ἐπιρρέουσαν τροφήν, ἀλλ’ αὐτὸ µᾶλλον ὑπ’ ἐκείνης ἐπικρα<τη>θῆναι. οὐ µὴν οὐδὲ ὅταν τὸ πρὸς τὴν δύναµιν πλῆθος συστῇ, δυνατὸν ἰάσασθαι ταχέως αὐτὸ συγκαταλυοµένης ἐνίοτε τῇ κενώσει τῆς δυνάµεως. εἴρηται δὲ ἡµῖν καὶ περὶ τῆς τοιαύτης διαθέσεως ἐν τῇ τῆς Θεραπευτικῆς µεθόδου πραγµατείᾳ. ὀλιγάκις οὖν ἐπὶ τῇ κενώσει τὸν ἄνθρωπον δείξεις ὑγιαίνοντα παραχρῆµα. γενήσεται µέντοι ποτὲ τοῦτο, καθάπερ καὶ φαίνεται καὶ δείκνυσιν ἐναργῶς ἡ πεῖρα τοῦ λόγου τὴν ἀλήθειαν. ἔνιοι γὰρ ἐπὶ ταῖς κενώσεσιν αὐτίκα πάντων ἀπαλλάττονται τῶν ὀχληρῶν, ἀλλ’ οὔτ’ ἴσασι τὰς διαθέσεις αὐτῶν οἱ ἰατροὶ πάντες, οὔτ’ εἰ γινώσκουσιν, εὐθέως διαγινώσκειν δύνανται. οὗτοι τοίνυν οἱ µάλιστα ληροῦντες, ὧν, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ κορυφαῖός ἐστιν ᾿Ιουλιανός, ἀνοµίλητος µὲν ἀεὶ διατελέσας τοῖς ἔργοις τῆς τέχνης, ἐξ ὧν δ’ αὐτὸς ἔγραψε <γνωρίζεται θρασυνό>µενος, ἀλλ’ ἡµεῖς γε δι’ αὐτῶν τῶν ἔργων τῆς τέχνης πολλάκις ἐδείξαµεν ἐπὶ τῇ κενώσει τοῦ πλήθους ἑκατέρου παραχρῆµα τοὺς ἀνθρώπους ὑγιασθέντας. ἑκάτερον δὲ λέγω τό θ’ ὡς πρὸς τὴν χώραν τῶν ἀγγείων ὃ δὴ καὶ πληθώραν ὀνοµάζουσι τό τε πρὸς τὴν δύναµιν, ὅταν µὴ συγκαταλύηται τῇ κενώσει. ταῦτα µὲν οὖν, ὅταν ἄρξηταί τ<ις ἀκρι>βῶς ἐπισκέπτεσθαι τοὺς ἀρρώστους, ἅµα τοῖς ἐπισταµένοις ἰάσασθαι µαθήσεται.

8. Τὰ δ’ ἑξῆς ἴδωµεν ἐν οἷς τὸν ᾿Ασκληπιάδου λόγον ὁ ᾿Ιουλιανὸς µεταχειρίζεται, τοῦτον δὴ τὸν πολυθρύλητον, ὡς οὐχ ἕλκει τὸν οἰκεῖον χυµὸν ἕκαστον τῶν καθαιρόντων φαρµάκων, ἀλλ’ αὐτὸν γεννᾷ. λέλεκται δέ µοι περὶ τούτου βραχέα µέν τινα κἀπὶ τῆς τελευτῆς τοῦ Περὶ τῶν καθ’ ῾Ιπποκράτην στοιχείων, ὥσπερ κἀν τῷ πρώτῳ τῶν Φυσικῶν δυνάµεων, ὕστερον δὲ τῶν ἑταίρων ἀξιωσάντων καὶ δι’ ἑνὸς ὅλου γράµµατος <ὃ> Περὶ τῆς τῶν καθαιρόντων φαρµάκων δυνάµεως ἐπιγέγραπται. τὸν µὲν ὅλον λόγον ὁ βουλόµενος ἐξ ἐκείνων µανθανέτω, τοῖς δ’ ὑπὸ Θεσσαλοῦ γεγραµµένοις ἐνταῦθα ἀπαντήσω προσγράψας αὐτὰ κατὰ λέξιν· ἀθλητὴν γὰρ λαµβάνοντες εὐέκτην ὃν βούλονται κατὰ φύσιν ἔχοντα χρηστῆς τούτῳ τῆς ὕλης ἐν τῷ σώµατι ὑποκειµένης καὶ ἀτρέπτου καθαρτικὸν διδῶµεν καὶ δεικνύωµεν τὰ ἀποκρινόµενα σφόδρα διεφθορότα. εἶτ’ ἐπιλογιζόµεθα µηδενὸς ἐνίστασθαι δυναµένου πρὸς τὸ λεγόµενον ἐναντιωτικῶς, ὡς δὴ ἃ νῦν ἐκκρίνεται δριµύτατά τε καὶ διεφθαρµένα πρὸ µὲν τοῦ καθαρτικοῦ οὐχ ὑπόκειται τοιάδε τῷ ἀθλητῇ, εὐέκτης γὰρ ἐτύγχανεν ὤν. λείπεται οὖν µηδὲν ἄλλο ἡµᾶς δύνασθαι λέγειν ἢ τόδε, ὅτι ὑπὸ τοῦ φαρµάκου ἀµφότερα γίνεται, πρῶτον µὲν τὸ τὴν ὕλην µεταβάλλειν εἰς διαφθοράν, δεύτερον δὲ καὶ <τὸ> ἀποκρίνεσθαι, εἴτε δι’ ἐµέτων εἴη εἴτε διὰ γαστρός. αὕτη µὲν ἡ τοῦ Θεσσαλοῦ ῥῆσις· ἀκούσατε δὲ ἐν µέρει πρὸς ἡµῶν ὡς τὸ καθαίρεσθαι πάντας χυµοὺς τὸν εὐέκτην οὐ µᾶλλόν τι τοῦ γεννᾶσθαι νῦν ἐστι δηλωτικὸν ἢ τοῦ περιέχεσθαι πρόσθεν. µάτην οὖν εἴρηκε µηδ’ ἑτέραν γε τῶν αἱρέσεων <λείπεσθαι>, µήτ’ ἀνατρέπων ἐξ ἀνάγκης µήτε κατασκευάζων. *** εἰ δὲ καὶ τῶν ὑπαγόντων τι τὴν γαστέρα διδοῖεν, ἀλλ’ οὐ φαρµακῶδές γε τοῦτ’ ἐστιν αὐτοῖς οὐδ’, ὥσπερ ὁ ἀναίσχυντος Θερσίτης λέγει, δίδοµεν καὶ δείκνυµεν, µήτε δοὺς αὐτὸς ἢ δείξας πώποτε, µήτ’ ἄλλου δόντος ἢ δείξαντος θεασάµενος. οὐ µὴν ἡµεῖς γε τοιοῦτοι τολµῶντες λέγειν ἢ γράφειν ἃ µὴ πράττοµεν, ἀλλὰ τοῖς ἔργοις αὐτοῖς πρότερον ἀποδεικνύντες τἀληθὲς τηνικαῦτα τὴν ἀµφ’ αὐτὰ τέχνην ἐξηγούµεθα, ἅπερ ἔστιν ἀκοῦσαι τῶν ἐκ τῆς ἀγέλης τοῦ Θεσσαλοῦ, πόσους µὲν ὑδερικοὺς ὑδραγωγῷ φαρµάκῳ καθήρας αὐτίκα τὴν γαστέρα προσεσταλµένην ἀπέφηνα, πόσους <δ’> ἰκτεριῶντας χολαγωγῷ παραχρῆµα τὸν ἴκτερον ἰασάµην. ἀλλ’ οὐδὲ τούτων οὐδὲν οὐδ’ ἄλλο τι τοιοῦτον ᾿Ιουλιανὸς ἐθεάσα-το. <ῥωµα>λέῳ τῶν ἀθλητῶν, φησί, δίδωµι καθαρτικὸν καὶ δείκνυµι. ἀκόλουθον µὲν γὰρ δηλαδὴ τῷ τοσαύτης ἐµπληξίας µεστῷ καθαίρειν µὲν τοὺς εὐχύµους ἀθλητάς, µὴ καθαίρειν δὲ µήθ’ ὑδεριῶντας µήτε ἰκτεριῶντας µήτε µελαγχολῶντας µήτε τὸν καλούµενον ἐλέφαντα νοσοῦντα µήτε καρκίνῳ κάµνοντα µήθ’ ὑπὸ φαγεδαίνης ἢ ἐρυσιπέλατος ἐνοχλούµενον ἤ τινος ἄλλου κακοχύµου νοσήµατος. ἅλις ἤδη µοι καὶ τούτων αὐτοῦ τῶν λήρων. εἰ γὰρ ἅπαντα λέγειν ὧν ἀκούειν ἐστὶν ἄξιον ᾿Ιουλιανὸν ἐπιχειρήσειέ τις, οὐ µιᾶς ἢ δυοῖν, ἀλλὰ παµπόλλων αὐτῷ χρεία βιβλίων ἐστίν.

ἀκούσωµεν οὖν αὐτοῦ τι τῶν ἐφεξῆς

1 ... 142 143 144 145 146 147 148 149 150 ... 182
Перейти на страницу: