Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 138 139 140 141 142 143 144 145 146 ... 182
Перейти на страницу:
᾿Ασκληπιάδης καὶ Θεµίσων καὶ Θεσσαλὸς ἔθεντο στοιχείων ἐπὶ τοὺς προειρηµένους ἥκει φιλοσόφους ἀναιροῦντας ἐκ τοῦδε τοῦ κόσµου παντάπασι τὸ κενόν. ἑτέρα δ’ ἐφεξῆς αὐτῆς ἥδε· ἀλλ’ ἐπιχωρήσειν †[149] καὶ µήτ’ ἐκείνης κατάσχοιµ’ ἂν τὸ λοιπὸν τῆς γλώττης, ὡς µὴ εἴποιµι. τί γὰρ † ἂν ἐµοὶ καὶ τόδε ἢ ὅτι ταῖσδε ταῖς τροπαῖς ὥσπερ ἠκολούθησεν ἡ τῶν στοιχείων γένεσις, οὕτω καὶ θερµοῦ φύσις καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ; ἐκείνων γὰρ πρώτων γόνων ἔγγονα ποιήµατα ἂν εἴη. ὅρα πῶς ἐν ὑψηλοτάτῳ θρόνῳ καὶ µετεωροτάτῳ καθηµένη ἡ µέθοδος ἐλάνθανεν, ἣν ὑπὸ ἐπιεικείας καὶ µετριότητος βουλοµένην λανθάνειν ἐν οὐρανῷ ἔδειξα καὶ ἐξεκάλυψα µόνος καὶ πρῶτος <τὸ> ἐπισκοτοῦν νέφος παραγαγὼν καὶ ἐλευθερώσας. ταῦτ’ οὖν ὁ ᾿Ιουλιανὸς λέγει καὶ τούτων ἑξῆς ἄλλο τι· µεῖον ἂν ξυµφεροίµην ᾿Επικούρῳ οὐχ ἑλόµενος αὐτοῦ τὰ στοιχεῖα, οὐχ ἑνώσαντι τὴν οὐσίαν. ἐν µὲν δὴ τῷ περὶ τῆς µεθόδου ταῦτά τε καὶ ἄλλα πολλὰ γέγραπται ᾿Ιουλιανῷ τὸ βιβλίον ὅλον ἐπιγράφοντι Φίλωνα. δι’ ἄλλου δ’ αὖθις, ἐν ᾧ περὶ τῶν ψυχικῶν καὶ σωµατικῶν παθῶν ὁ λόγος ἐστὶν αὐτῷ, γράφει ταυτί· σύµµετρον δὴ κατάστασιν καὶ µεµετρηµένην συναγωγῆς τε καὶ χύσεως ὑποστησάµενοι ἐπὶ τῶν ἀνθρωπείων συγκριµάτων ὄνοµα αὐτῇ ἐθέµεθα ὑγείαν. εἰ δ’ ἥδε ἡ µεσότης ὑπὸ νόσων ἐπιβουλευθείη, ἐξ ἀνάγκης πάσχει τὰ σώµατα συναγόµενα καὶ σκληρυνόµενα καὶ ξηρότερα γινόµενα ἢ χεόµενα καὶ µαλακυνόµενα καὶ ὑγραινόµενα.

4. Αὗται µὲν οὖν αἱ ῥήσεις τοῦ λαµπροτάτου σοφιστοῦ Ζήνωνι καὶ ᾿Αριστοτέλει καὶ Πλάτωνι τοὺς Μεθοδικοὺς ἰατροὺς ἕπεσθαι φάσκοντος. ἡµεῖς δ’ αὖθις ἀναµνήσοµεν αὐτὸν ὡς ἕκαστος τούτων τῶν φιλοσόφων ἅµα πολλοῖς τοῖς µετ’ αὐτὸν εὐκρασίαν µὲν ἡγεῖται τὴν ὑγείαν εἶναι θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, νοσήµατα δὲ γίνεσθαι τὰ γοῦν κατὰ δίαιταν ὑπερβάλλοντος ἑκάστου τῶν εἰρηµένων ἢ ἐλλείποντος, εἶναι δὲ καὶ χυµοὺς ἐν τῷ σώµατι, τοὺς µὲν ὑγροὺς καὶ ξηροὺς κατὰ δύναµιν, ἐνίους δὲ θερµοὺς ἢ ψυχροὺς ἀναλογίζοντας νοσήµασιν. οὕτως Πλάτων ἅµα τοῖς ἀπ’ αὐτοῦ πᾶσιν, οὕτως ᾿Αριστοτέλης ἅµα τοῖς ἐκ τοῦ Περιπάτου, οὕτως Ζήνων καὶ Χρύσιππος ἅµα τοῖς ἄλλοις Στωϊκοῖς ἐγίγνωσκον. ᾿Ιουλιανὸς δ’ οὔδ’ ἀνέγνω τι βιβλίον ὧν εἶπον ἀνδρῶν οὐδ’ ὅλως ἀκολούθου καὶ µαχοµένου σύνεσιν ἔχει, πάντως γὰρ ἂν ᾔσθετο τῇ µὲν ἀναιρούσῃ τὸ κενὸν αἱρέσει ταῦθ’ ἑπόµενα, τῇ δ’ ὑπάρχειν εἰπούσῃ συµµετρίαν µέν τινα πόρων εἶναι τὴν ὑγείαν, ἐν στεγνώσει δὲ καὶ ῥύσει τῶν δι’ αὐτῶν φεροµένων συνίστασθαι τὰ κατὰ δίαιταν νοσήµατα. Πότερον οὖν ᾿Αριστοτέλους καὶ Χρυσίππου καὶ τῶν ἄλλων ἁπάντων Περιπατητικῶν τε καὶ Στωϊκῶν ἑξῆς παραγράψω τὰς ῥήσεις, ἐν αἷς φλέγµα καὶ χολὴν αἰτιῶνται καὶ τὰ πρῶτα νοσηµάτων τέτταρα ὑπάρχειν φασίν, ὥσπερ καὶ τὰ στοιχεῖα τὸ θερµὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἢ τοῦτο µὲν ὡς ἂν οὐχ ἓν ἢ δύο βιβλία πληρῶσαι δυνάµενον, ἀλλὰ καὶ τρία καὶ τέτταρα καὶ πλείω παραλιπεῖν ἄµεινον, ἀρκεσθῆναι δὲ µόνοις τοῖς ὑπὸ Πλάτωνος εἰρηµένοις; ἴσως ἄµεινον οὕτω πρᾶξαι καὶ µὴ συναδολεσχεῖν τὰ πάντα ληρώδει σοφιστῇ. τοσοῦτον µόνον εἰπόντες ὑπὲρ τῶν ἐκ τοῦ Περιπάτου τε καὶ τῆς Στοᾶς τῶν φιλοσόφων ἀπαλλάξοµεν. οὐδὲν <γὰρ> ἂν εὕροις οὔτ’ ᾿Αριστοτέλους οὔτε Θεοφράστου βιβλίον, ἐν ᾧ περὶ νοσηµάτων ἀναγκασθέντες εἰπεῖν τι <χωρὶς τοῦ> θερµοῦ καὶ ξηροῦ καὶ ψυχροῦ καὶ ὑγροῦ µνηµονεῦσαι διῆλθον τὸν λόγον, ἀλλὰ καὶ τούτων ἀεὶ µέµνηνται καὶ σὺν αὐτοῖς πολλάκις ἑκατέρας τῆς χολῆς, µελαίνης καὶ ξανθῆς, οὐκ ὀλιγάκις δὲ καὶ φλέγµατος, οἵ γε καὶ τὰς διαφορὰς αὐτοῦ διέρχονται, τὸ µὲν ὀξύ, τὸ δ’ ἁλµυρὸν ἢ ἁλυκόν, ἄλλο δὲ γλυκὺ προσαγορεύοντες. οὐ µὴν οὐδὲ Χρύσιππος ἑτέρως, ἀλλ’ οὕτως ἀεὶ καὶ περὶ νοσηµάτων καὶ χυµῶν διαλέγεται. <κἂν> εἴ τις ἐθέλοι µόνων τῶν εἰρηµένων τριῶν ἀνδρῶν ἐκλέγειν τὰς ῥήσεις, οὐκ ὀλίγα πληρώσει βιβλία, σχολάζων δ’ οὕτως τις, ὥσπερ ᾿Ιουλιανὸς ἐπὶ τῆς ᾿Αλεξανδρείας ἐσχόλαζεν, ἐὰν ἐθέ<λῃ> καὶ τῶν ἄλλων ἁπάντων Στωϊκῶν ἢ Περιπατητικῶν ἑκάστου τὰς ῥήσεις ἐκλέγειν, ὅλην βιβλιοθήκην πληρώσει.

ἀλλ’ ὅπερ ἔφην ἐάσας τούτους ἀρκεσθήσοµαι µόνου <τοῦ> Πλάτωνος ῥήσεσιν ἑποµένου κατὰ πάντα τοῖς ῾Ιπποκράτους δόγµασιν. οὐ µὴν οὐδὲ παρὰ τούτου τῶν ἄλλων ἐκλέξας βιβλίων ὄντων πολλῶν, ἀλλ’ ἐξ ἑνὸς ἀρκεσθήσοµαι µόνου τοῦ Τιµαίου παραγράψαι ταῦτα· “τὸ δὲ τῶν νόσων πόθεν συνίσταται, δῆλόν που καὶ παντί. τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συµπέπηγε τὸ σῶµα, γῆς ὕδατος πυρός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας µετάστασις ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γενοµένη πυρός τε αὖ καὶ τῶν ἑτέρων, ἐπειδὴ πλέονα γένη ἑνὸς ὄντα τυγχάνει, τὸ µὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαµβάνον καὶ πάνθ’ ὅσα τοιαῦτα τάσεις καὶ νόσους παρέχει. παρὰ φύσιν γὰρ ἑκάστου γιγνοµένου καὶ µεθισταµένου θερµαίνεται µὲν ὅσα ἂν πρότερον ψύχηται. ξηρὰ δ’ ὄντα εἰς ὕστερον γίνεται <νοτερὰ> καὶ κοῦφα δὴ καὶ βαρέα καὶ πάσας πάντη µεταβολὰς δέχεται.” ἐν ταύτῃ µὲν οὖν τῇ ῥήσει σαφῶς ὁ Πλάτων ἀκολουθεῖ τῷ ῾Ιπποκράτει κατὰ τὰ πρῶτα στοιχεῖα καὶ τὰς ποιότητας αὐτῶν. ἐν δὲ τοῖς µετὰ ταῦτα καὶ τοὺς χυµούς πως αἰτιώµενος τῶν νοσηµάτων ὡδίπως φησί· “τὸ δὲ λευκὸν φλέγµα διὰ <τὸ> τῶν ποµφολύγων πνεῦµα χαλεπὸν ἀποληφθὲν, ἔξω δὲ τοῦ σώµατος ἀναπνοὰς ἴσχον ἠπιώτερον µέν, καταποικίλλει δὲ τὸ σῶµα λεύκας ἀλφούς τε καὶ τὰ τούτων συγγενῆ νοσήµατα ἀποτίκτον. µετὰ δὲ χολῆς µελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους τὰς ἐν τῇ κεφαλῇ θειοτάτας οὔσας ἐπισκεδαννύµενον καὶ ξυνταράττον αὐτὰς καθ’ ὕπνον µὲν ἰὸν πρᾳύτερον, ἐγρηγορόσι δὲ ἐπιτιθέµενον δυσαπαλλακτότερον· νόσηµα δ’ ἱερᾶς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται.” καὶ ταύτῃ γε τῇ ῥήσει πάλιν ἐπιφέρων ἑτέραν φησί· “φλέγµα δ’ ὀξὺ καὶ ἁλµυρὸν πηγὴ πάντων νοσηµάτων ὅσα γίνεται καταρροικά, διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥεῖ παντοδαποὺς ὄντας παντοῖα ὀνόµατα εἴληφεν.” οὕτω µὲν ὁ Πλάτων περὶ φλέγµατος ἀπεφήνατο καὶ σὺν αὐτῷ µελαίνης χολῆς. ἐφεξῆς δ’ ἄκουσον ἃ λέγει περὶ τῆς ξανθῆς· “ὅσα δὲ φλεγµαίνειν λέγεται τοῦ σώµατος ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι διὰ χολὴν γέγονε πάντα. λαµβάνουσα µὲν <οὖν> ἀναπνοὴν ἔξω παντοῖα ἀναπέµπει φύµατα ζέουσα, καθειργνυµένη δὲ ἐντὸς πυρίκαυτα νοσήµατα πολλὰ ἐµποιεῖ, µέγιστον δ’, ὅταν αἵµατι καθαρῷ συγκερασθεῖσα τὸ τῶν ἰνῶν γένος ἐκ τῆς ἑαυτῶν διαφορῇ τάξεως, αἳ διεσπάρησαν µὲν εἰς αἷµα, ἵνα συµµέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ µήτε διὰ θερµότητα ὡς ὑγρὸν ἐκ µανοῦ τοῦ σώµατος ἐκρέοι µήτ’ αὖ πυκνότερον δυσκίνητον ὂν µόγις ἀναστρέφοιτο ἐν ταῖς φλεψί. καιρὸν δὴ τούτων ἶνες τῇ τῆς φύσεως γενέσει φυλάττουσιν, ἃς ὅταν τις καὶ τεθνεῶτος αἵµατος ἐν ψύχει τε ὄντος πρὸς ἀλλήλας ξυναγάγῃ, διαχεῖται πᾶν τὸ λοιπὸν αἷµα. ἐαθεῖσαι δὲ ταχὺ µετὰ τοῦ περιεστῶτος αὐτὸ ψύχους ξυµπηγνύασι. ταύτην δὴ τὴν δύναµιν ἐχουσῶν ἰνῶν

1 ... 138 139 140 141 142 143 144 145 146 ... 182
Перейти на страницу: