Шрифт:
Закладка:
VI. Мануил II Палеолог
ΕΑΡΟΣ ΕΙΚΩN EN ΥΦΑΝΤῼ ΠΑΡΑΠΕΤΑΣΜΑΤΙ ΡΗΓΙΚῼ
Ἦρος ὥρα, καὶ δηλοĩ τὰ ἄνθη, καì λευκὸς οὗτος ἀὴρ διακεχυμένος ἐπ' αὐτὰ μάλα ἡμέρως. Διὰ τοῦτο ψιθυρίζει ἡδὺ τὰ φύλλα, καì δοκεῖ κυμαίνεσθαί πως ἡ πόα, αὔραν δή τινα δεχoμένη, φιλίαις ταύτην ὑποκινοῦσα ἐπιφοραῖς. Χάριεν ἰδεῖν. Ποταμοὶ δὲ ἤδη ταῖς ὄχθαις σπένδονται, καì ὁ πολὺς ἐπέχεται ῥούῦς, καì τὰ πρìν πλημμύραις ἀφανιζόμενα τῶν ὑδάτων ὑπερφαίνεται, καì παρέχει χερσì θηρᾶσθαι τὰ παρ' ἑαυτοῖς ἀγαθά. Τούτων ἕν τὸ χειρωθὲν ἤδη τῷ νεανίσκῳ. ὅ κατέχων τῇ λαιᾷ, κεκυφὼς ἠρέμα, καὶ συγκαθίσας, ὅσον μὴ τῷ ῥείθρῳ τοὺς μυκτῆρας βαπτίσαι, τὴν δεξιὰν ἀποφητὶ γυμνὴν τοῖς ὕδασιν εμβαλών, τὰς ὑπὸ τὸ ῥόθιον χαράδρας διερευνᾶται, ψηλαφῶν καὶ τοῖς δακτύλοις τὰς τρώγλας, μή τι τῶν ὑδάτων ταρασσομένων τοῖς ποςὶ τοῦ νεανίσκου, φόβῳ τῶν πατάγων ἐγκέκρυπται. Οἱ δὲ δὴ πέρδικες χαίρουσι, τὴν ἀποβληθεῖσαν αὐτοῖς ἰσχὺν ὑπερβολαὶς τῶν πεφυκότων λυπεῖν, ἀπολαμβάνοντες ἤδη, ἀκτῖνος ταύτην αὐτοῖς ἐπανασωζούσης, μηδὲν λυπούσης δι' ἀμετρίαν. Ὅθεν δὴ σὺν εὐθυμίᾳ τοῖς ἀγροῖς ἐνδιαιτῶνται, καὶ τὰ νοσσία πρὸς τροφὴν ἄγοντες, πρῶτοι ταύτης ἅπτονται, ἔργῳ δεικνύντες τὴν τράπεζαν. 'ῼδικοὶ δὲ ὄρνιθες τοῖς δένδρεσιν ἐγκαθήμενοι, ὀλίγον μὲν ἅπτονται τῶν καρπῶν, τὸ πολὺ δὲ τούτοις τοῦ χρόνου εἰς τὸ ᾄδειν ἀναλίσκεται. Κηρύττειν οἶμαι βούλεσθαι τουτοιςὶ τὴν φωνήν, τὰ κρείττω παραγίγνεσθαι, τῆς τῶν ὡρῶν βασιλίσσης ἐπιλαμψάσης, καὶ λοιπὸν εἶναι αἰθρίαν μὲν ἀντὶ τῆς νεφέλης, γαλήνην δὲ ἀντὶ τρικυμίας, καὶ ὅλως ἀντὶ τῶν λυπούντων τὰ τερπνά. Πάντα παρρησιάζεται, καὶ αὐτὰ τῶν χωϋφὶων τὰ φαῦλα, ἐμπίδες, μέλιτται, τέττιγες, γένη τῶν τοιούτων παντοδαπά. ὧν τὰ μὲν τῶν σίμβλων ἐξορμηθέντα, τὰ δὰ τὴν γένεσιν ἐσχηκότα τῇ συμμετρίᾳ τῆς ὥρας, εἰ δὲ βούλει, τῇ τῆς θέρμης εἰσβολῇ πρὸς ἀνάλογον ὑγρότητα, περιβομβεῖ τὸν ἄνθρωπον, καὶ ὁδοιπόρου προΐπταται, καὶ ᾄδοντί που τούτῳ συνᾴδει τὰ μουσικώτερα. Ἔνια μὲν ἀμιλλᾶται, ἔνια δὲ μάχεται, τὰ δ' ἐφιάνει τοῖς ἄνθεσι.
Πάντα δέ ἡδὺ θεαθῆναι. Τὰ δὲ παιδία παρὰ τὸν κῆπον ἀθύροντα, ἐκεῖνα θηρεύειν ἐπιχειρεῖ μάλα ἀκεραίως ἅμα καὶ χαριέντως. Τὸ μὲν γὰρ ἤδη τῶν παιδίων γυμνῶσαν τὴν αὐτοῦ κεφαλὴν τοῦ καλύμματος, ἀντ' ἄλλου τινὸς θηράτρου τοὺτωῳ κατακέχρηται, καὶ διαμαρτάνον ὡς ταπολλά, γίνεται τοῖς ἥλιξι γέλως· ἄλλο δὲ τὼ χεῖρε ἔχον παρ' ἑαυτῷ, ὅλον ἐπιρρίπτον τὸ σῶμα τῷ ζωϋφίῳ, καὶ θηράσαι τοῦτο ταύτῃ βουλόμενον, πῶς οὐχὶ ἡδὺ καὶ γελοῖον; ὁρᾷς τὸ ὑπερφέρον τῷ σώματι; ὀψὲ γὰρ δὴ καὶ μόγις τινὸς λαβόμενον τῶν, ἅ καλοῦσιν ἔνιοι πτιλωτά. Βακχεύοντι ἔoικεν, ὑπὸ τῆς χαρᾶς, καὶ τὰ κράσπεδα ἀνελόμενον τοῦ τελευταίου χιτῶνος, ὡς ἑλίσσον τούτοις τὸ θηραθέν, πορεύεσθαι ζητεῖν ἕτερον, οὐκ αἰσθάνεται γυμνοῦν ἅ δέον κρύπτειν τοῦ σώματος. 'Εκεῖνο μέντοι γε ἀστειότερον, τὸ τὴν ἡλικίαν βραχύτερον. Νήματι γὰρ πάνυ λεπτῷ πεδῆσαν δύο τῶν ζωϋφίων, ἐᾷ δῆθεν πέτεσθαι. Κατέχον δ' ἄκροις δακτύλοις ἐκ διαστήματος τὴν ἠτράν, εἴργει τὴν πτῆσιν, κατὰ τρόπον τουτοισὶ γίγνεσθαι, καὶ γελᾷ, καὶ γέγηθε, καὶ ὀρχεῖται, σπουδαῖόν γέ τι νομίζον τὴν παιδιάν. Ὅλως δὲ ἡ τέχνη τῶν ὑφασμένων ἑστιᾷ τὸν ὀφθαλμόν, τρυφὴ γιγνόμενα θεαταῖς. Αἴτιον δὲ τὸ ἔαρ, κατηφείας λύσις, εἰ δὲ βούλει, φαιδρότητος πρόξενον.
Изображение весны на тканом ковре
Весенняя пора: вот уже появляются цветы, и на них мягко изливается светлый воздух. Потому сладко шепчутся между собою листья, а трава будто волнуется, принимая в себя некое дуновение и усиливая его своими нежными порывами. Прелестное зрелище! Реки уже полились струями, течение усилилось, невидимое прежде половодья всплыло на поверхность и можно руками выловить несомые потоком блага. Одним из них уже завладел юноша: закрепив его грузилом, слегка наклонившись и присев, как будто чтобы не намочить носа, он опустил обнаженную правую руку в воду и всматривается в дно под струями, ощупывая пальцами рытвины, чтобы от него не укрылось то, что испугалось шума его взбаламутивших воду ног. А куропатки радуются, что чрезмерность происходящего