Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 4 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 55 56 57 58 59 60 61 62 63 ... 128
Перейти на страницу:
πολλοῦ διαµένει, κἂν χωρισθῇ τὸ θερµαῖνον, ὡσαύτως δὲ καὶ ἡ ψῦξις οὐκέτι παρόντος τοῦ ψύχοντος,

7.5.12. ἡ δ’ αὐγὴ παραχρῆµα τῷ φωτίζοντι συναπέρχεται. φαίνεται δὲ καὶ κατὰ τὰς ἀρτηρίας ἡ αὐτὴ φύσις. ὁµοίως γοῦν τοῖς νεύροις καὶ αὗται διατµηθεῖσαί τε καὶ βρόχῳ διαληφθεῖσαι ἄσφυκτοι γίνονται, στερηθεῖσαι οὐχ ὡς ᾿Ερασίστρατος οἴεται τοῦ <πνεύµατος τοῦ> παρὰ τῆς καρδίας ἐπιπεµποµένου — δέδεικται γὰρ ἐν ἄλλοις ὑφ’ ἡµῶν ἀδύνατον τοῦτο, δειχθήσεταί τε καὶ νῦν ἐν τοῖς ἐφεξῆς, ὡς µηδὲν τῷ λόγῳ λείπειν—, ἀλλὰ τῷ τοὺς χιτῶνας αὐτῶν συνεχεῖς ὑπάρχοντας τῷ τῆς καρδίας σώµατι παρ’ ἐκείνου τὴν δύναµιν ἐπιρρέουσαν ἴσχειν ἀεί.

7.5.13. Kοινὸν µὲν οὖν ἁπασῶν ἐστι τῶν αἰσθητικῶν δυνάµεων ἀπ’ ἐγκεφάλου τὴν ἀρχὴν ἐχουσῶν φέρεσθαι διὰ τῶν νεύρων ἄχρι τῶν οἰκείων ὀργάνων· ὁµοειδὲς δὲ καὶ κατὰ τὴν οὐσίαν τὸ νεῦρον ὑπάρχον τῷ ἐγκεφάλῳ, πλὴν ὅσον ἐπιλήθη δυσπαθείας ἕνεκεν, εὐθὺς µὲν αὐτῷ τούτῳ τοσοῦτον ἀπεχώρησε τῆς ἐγκεφάλου φύσεως ὅσον ἐσκληρύνθη πιληθέν, εὐθὺς δὲ καὶ διὰ τοῦτ’ αὐτὸ δεῖται τῆς ἐκείνου διηνεκοῦς ἐπικουρίας, ὡς εἴ γε τοιοῦτον ἔµενεν οἷόν ἐστιν ὁ ἐγκέφαλος, οὐκ ἂν ἐδεῖτο τῆς ἐξ αὐτοῦ βοηθείας.

7.5.14. αἱ γὰρ τῶν οὐσιῶν ἰδιότητες οἰκείας ἑαυταῖς ἔχουσικαὶ τὰς τῶν δυνάµεων ἰδιότητας. εἰς ὅσον οὖν ἕκαστον τῶν αἰσθητικῶν ἰδίως ὀνοµαζοµένων νεύρων ἀποκεχώρηκε τῆς ἐγκεφάλου φύσεως, εἰς τοσοῦτον καὶ τῆς δυνάµεως αὐτοῦ.

7.5.15. καλεῖται δ’ ἰδίως αἰσθητικὰ νεῦρα τὰ τοῖς αἰσθητικοῖς ὀργάνοις ἐπιπεµπόµενα, µαλακώτερα τῶν ἄλλων ὑπάρχοντα τῶν κινούντων τὰ µόρια, προµηθῶς καὶ τοῦτο τῆς φύσεως ἐργασαµένης.

7.5.16. ἐπειδὴ γὰρ ἡ µὲν αἴσθησις οὐκ ἄνευ τοῦ διατεθῆναί πως τὸ νεῦρον, ἡ δὲ κίνησις ἐν τῷ δρᾶν µόνῳ τὴν ἐνέργειαν ἔχει, κατὰ λόγον ἁπαλώτερον µὲν τὸ αἰσθητικόν, σκληρότερον δὲ τὸ κινη<τι>κὸν νεῦρον ἐγένετο. µέτεστι δὲ καὶ τοῖς κινητικοῖς ἅπασιν αἰσθήσεως ἁπτικῆς, ἐπειδὴ παχυµερές ἐστι τὸ ταύτης αἰσθητόν.

7.5.17. ἔµπαλιν δὲ τούτῳ τὸ τῆς ὄψεως νεῦρον οὐ τῷ τετρῆσθαι µόνον αἰσθητῷ τρήµατι τὴν ὑπεροχὴν ἐνδείκνυται τῆς δυνάµεως, ἀλλὰ καὶ τῇ µαλακότητι καὶ τῷ µεγέθει καὶ τῷ λύεσθαι πάλιν ἐν ὀφθαλµοῖς γενόµενον ἐξοµοιοῦσθαί τε κατὰ πάντα ἐγκεφάλῳ.

7.5.18. καὶ αὐτὸ δὲ τὸ νεῦρον ὅλον, ὅσον ἐστὶν ἐγκεφάλου τε καὶ ὀφθαλµοῦ µεταξύ, τὸ µὲν ἔνδον ἑαυτοῦ µαλακώτερον ἔχει, τὸ δ’ ἔξω σκληρότερον, ἀµφοτέρων στοχασαµένου τοῦ δηµιουργοῦ, τῆς τε κατὰ τὴν ὁδοιπορίαν ἀσφαλείας καὶ τοῦ διασώζειν εἰς ὅσον οἷόν τε τὴν ἐγκεφάλου φύσιν.

7.5.19. εἰκότως οὖν ἁπάντων νεύρων, οὐ µόνον τῶν ἐξ ἐγκεφάλου πεφυκότων ἀλλὰ καὶ τῶν ἐκ τοῦ νωτιαίου, µέγιστον ἀπειργάσθη τὸ τῆς ὄψεως.

7.5.20. ἐξαίρετα γὰρ ἐχρῆν αὐτῷ παρὰ τἆλλα ὑπάρχειν πολλά, τετρῆσθαί τε διὰ τοῦ βάθους καὶ µαλακῷ µὲν εἶναι κατὰ ταῦτα, σκληρῷ δὲ τὰ πέριξ, ἀφικνεῖσθαί τε δι’ αὐτοῦ πολλὴν ἐξ ἐγκεφάλου πνευµατικὴν οὐσίαν εἰς τὰς χώρας τῶν ὀφθαλµῶν.

7.5.21. τό τ’ οὖν τρῆµα πάντως ἐχρῆν ὑπό τινος οὐσίας περιέχεσθαι στεγανῆς, ἥτις ἄνευ τοῦ παχυνθῆναι τὸ νεῦρον οὐκ ἂν ἐγένετο, τό τε πάχος αὐτοῦ διττὴν ἔχει<ν> ἰδέαν, µαλακοῦ µὲν ἔνδον, ἔξωθεν δὲ σκληροῦ γενοµένου.

7.5.22. ῞Oτι δὲ καὶ τὸν ὀφθαλµὸν οὐκ ὀλίγης ἐχρῆν οὐσίας ἐγκεφάλου µετειληφέναι, πεισθήσῃ σαφῶς ἀνατεµὼν αὐτόν.

7.5.23. εὑρήσεις γὰρ ὑπὸ τοῖς χιτῶσιν ἔνδον ὑγρὰ σφαιροειδῆ διττά, τὸ µὲν οὕτω µαλακὸν οἵαπέρ ἐστιν ὕαλος ἡ µετρίως λυθεῖσα, τὸ δ’ οὕτω σκληρὸν οἷος ὁ µετρίως παγεὶς κρύσταλλος.

7.5.24. ὀνοµάζεται δ’ ὑπὸ τῶν ἰατρῶν ὑαλοειδὲς µὲν τὸ µαλακώτερον, κρυσταλλοειδὲς δὲ τὸ σκληρότερον ἀπὸ τῆς πρὸς ὕαλόν τε καὶ κρύσταλλον ὁµοιότητος, οἷς οὐ µόνον ταῖς συστάσεσιν, ἀλλὰ καὶ ταῖς χροιαῖς ἔοικεν· ἀκριβῶς γάρ ἐστι καθαρὰ καὶ διαυγῆ καὶ λαµπρά.

7.5.25. πρότερον µὲν οὖν ἐκδέχεται τὸν ἐξ ἐγκεφάλου καθήκοντα πόρον εἰς ἑκάτερον αὐτῶν τὸ ὑαλοειδές, ἐφεξῆς δ’ αὐτῷ τὸ κρυσταλλοειδὲς ἐοικὸς ἀτρέµα πεπλατυσµένῃ σφαίρᾳ.

7.5.26. καὶ τοίνυν ὁ πόρος αὐτὸς ἅµα τῷ περιέχοντι νεύρῳ διεξελθὼν τὸν ἔξωθεν χιτῶνα κατὰ τὸν ὀφθαλµὸν ἄµφω ταῦτα πάσχει κατὰ τὴν πρώτην ἔµπτωσιν, ἣν εἰς τὴν χώραν αὐτοῦ ποιεῖται· ἐκεῖ µὲν τὸ πνεῦµα κεραννύει τοῖς ὑγροῖς ἕνεκα τοῦ γενέσθαι τὴν οὐσίαν αὐτῶν ὅλην αἰσθητικήν, περιλαµβάνει δ’ αὖθις λυθείσῃ τε καὶ πλατυνθείσῃ τῇ κατὰ τὸ νεῦρον οὐσίᾳ τὸ ὑαλοειδὲς ὑγρὸν ἐµφυόµενος κατὰ τὸ πέρας ἑαυτοῦ τῷ µεγίστῳ κύκλῳ τοῦ κρυσταλλοειδοῦς.

7.5.27. ὥστε σοι τὸ σχῆµα δόξει τοῦ πλατυνθέντος νεύρου παραπλήσιον ἀµφιβλήστρῳ γεγονέναι· διὸ καὶ προσηγορεύκασιν ἀµφιβληστροειδῆ χιτῶνα τουτὶ τὸ σῶµα.

7.5.28. καὶ εἰ περιελὼν ὅλον αὐτὸ πειραθείης ὁµοῦ πᾶν ἀθροῖσαι µόριον, ἐγκέφαλός σοι φανεῖται, καὶ εἰ δείξαις γέ τινι µὴ τεθεαµένῳ πόθεν ἠθροίσθη, φήσει µέρος ὑπάρχειν ἐγκεφάλου τὸ δεικνύµενον σῶµα καὶ ἀπιστήσει κατὰ τοὺς ὀφθαλµοὺς αὐτὸ περιέχεσθαι.

7.5.29. τοσαύτῃ µὲν ὑπεροχῇ τῆς κατασκευῆς ὀφθαλµὸς κέχρηται παρὰ τἆλλα τῶν αἰσθήσεων ὄργανα· καὶ θαυµαστὸν οὐδὲν εἰς ὅσον αὐτῷ τὸ πρῶτον αἰσθητὸν ἀκριβέστερόν τ’ ἐστὶ καὶ λεπτοµερέστερον ἢ τοῖς ἄλλοις, εἰς τοσοῦτον καὶ τῆς ἐγκεφάλου φύσεως αὐτὸν ἐπὶ πλέον ἐκείνων µετειληφέναι.

7.5.30. οὔτε γὰρ εὑρήσεις αὐτὴν ἔτι τὴν κατὰ τὸν ἐγκέφαλον οὐσίαν ἐν οὐδενὶ τῶν ἄλλων ὀργάνων οὔτε <τοῦ> κατὰ τὰς κοιλίας, ὡς ἐν αὐτῷ, πνεύµατος ψυχικοῦ τοσοῦτον πλῆθος.

7.5.31. Eἰκότως δ’ ὡς ἔφην οὕτω κατεσκευάσθη δεόµενος ὀργάνῳ χρῆσθαι τῷ πέριξ ἀέρι.

7.5.32. καὶ γίγνεται δὲ τοιοῦτον ὄργανον αὐτῷ πρὸς τὴν τῶν αἰσθητῶν οἰκείαν διάγνωσιν οἷον ἐγκεφάλῳ τὸ νεῦρον, ὥσθ’ ὃν ἔχει λόγον ἐγκέφαλος πρὸς τὸ νεῦρον, τοιοῦτον ὀφθαλµὸς ἔχει πρὸς τὸν ἀέρα.

7.5.33. τὸ δ’ οἰκεῖον αἰσθητὸν ὄψεως, ὅπερ καὶ πρῶτον αὐτῆς αἰσθητὸν ὠνόµασα, τὸ τῶν χρωµάτων ἐστὶ γένος. ἐκείνου µὲν γὰρ πρώτου τε καὶ καθ’ αὑτὴν καὶ µόνη τῶν ἄλλων αἰσθάνεται, καθάπερ ἡ γεῦσις τῶν χυµῶν.

7.5.34. συνδιαγιγνώσκει[ν] δ’ αὐτῷ τὸ κεχρωσµένον σῶµα, καθάπερ ἡ γεῦσις τὸ τοὺς χυµοὺς ἔχον ἀλλ’ ἡ µὲν γεῦσις ὁµοίως ταῖς ἄλλαις αἰσθήσεσιν ἐπὶ τὸ τοῦ ζῴου σῶµα περιµένει παραγενέσθαι τὸ αἰσθητόν, ἡ δ’ ὄψις ἐκτείνεται διὰ µέσου τοῦ ἀέρος ἐπὶ τὸ κεχρωσµένον.

7.5.35. ὅθεν αὐτῇ µόνῃ συνδιαγιγνώσκειν ὑπάρχει τῇ χροιᾷ τοῦ βλεποµένου τό τε µέγεθος αὐτοῦ καὶ τὸ σχῆµα µηδὲ τούτου δυναµένης αἰσθάνεσθαι αἰσθήσεως ἄλλης, ὅτι µὴ κατὰ συµβεβηκὸς ἐνίοτε τῆς ἁφῆς.

7.5.36. ἐξείργασται γοῦν τῶν τοιούτων ὁ λόγος ἐν τῷ πέµπτῳ Περὶ ἀποδείξεως.

7.5.37. τῇ δ’ οὖν ὄψει πρὸς τοῖς ἄλλοις ὑπάρχει καὶ θέσιν καὶ διάστηµα συνδιαγιγνώσκειν τοῦ κεχρωσµένου σώµατος οὐδενὸς τῶν ἄλλων αἰσθέσθαι δυναµένου.

7.5.38. ὅσοι δ’ ἐπιχειροῦσι καὶ ὀσφρήσει καὶ ἀκοῇ τῆς θέσεως τοῦ τὸν ἀτµὸν ἀποπέµποντος σώµατος ἢ τοῦ πλήξαντος τὸν ἀέρα µεταδιδόναι τῆς διαγνώσεως ὅπως ἁµαρτάνουσιν οὐ νῦν καιρὸς ἐρεῖν.

7.5.39. εἴρηται γὰρ ἐπὶ πλεῖστον ὑπὲρ ἁπάντων τῶν κατὰ τὰς δύο αἰσθήσεις φαινοµένων ἐν τῷ πέµπτῳ Περὶ τῆς ἀποδείξεως, ὥσπερ γ’ ἔφαµεν· ἐν ᾗ πραγµατείᾳ γυµνασάµενός

1 ... 55 56 57 58 59 60 61 62 63 ... 128
Перейти на страницу: