Шрифт:
Закладка:
7.7.6. καὶ µὲν δὴ καὶ τὸ διὰ τῶν κατόπτρων ὅσα τε ἄλλα στιλπνὰ σώµατα ποτὲ µὲν ἡµᾶς αὐτοὺς θεᾶσθαι, ποτὲ δὲ ἄλλους τινὰς ἐκ πλαγίων ἢ ὄπισθεν, ὥσπερ τοῖς ἄλλοις ἅπασι πλὴν Πλάτωνος, οὕτω καὶ ᾿Αριστοτέλει µάχεται, µόνου τοῦ χρώµατος δυναµένου κατ’ ἀνάκλασιν ἀπὸ τῶν ὁρωµένων ἐπὶ τὴν ἡµετέραν ὄψιν ἀφικέσθαι, µορφῆς δ’ ἢ µεγέθους οὐκέτι.
7.7.7. µορφὴν µὲν γὰρ τῆς ποικιλίας τῶν περὶ τὰ µόρια σχηµάτων ἐργαζοµένης οὔτ’ ἐπινοῆσαι δυνατὸν ἀπ’ αὐτῶν τινα γενέσθαι προσβολὴν τοῖς κατόπτροις οὔτ’ εἰ καὶ γένοιτο, χωρὶς τοῦ κλασθῆναι τὴν ἀνάκλασιν ἐφ’ ἡµᾶς ἀφικέσθαι· πιθανώτερα γὰρ ὅσον ἐπὶ τῷδε τὰ κατ’ ᾿Επίκουρον εἴδωλα.
7.7.8. τὸ δὲ µέγεθος ἔτ’ ἀδυνατώτερον ἐγκαταβαίνειν τῇ κόρῃ· καίτοι τοῦτό γε τὰς <περὶ> πάντων τῶν ἄλλων καταβάλλον δόξας ὥσπερ τι σµικρὸν παρέρχονται, περὶ µὲν τοῦ διαστήµατός τε καὶ τῆς θέσεως ἐπιχειροῦντες σοφίζεσθαι, τὴν δὲ τοῦ µεγέθους διάγνωσιν ὅπως γίγνεται παρερχόµενοι, καίπερ διαρρήδην αὐτῶ<ν> ἀνατρέπουσαν τὰς δόξας.
7.7.9. ἀδύνατον γὰρ αἰσθέσθαι τοῦ µεγέθους τῶν ὁρατῶν ἄνευ τοῦ θεωρεῖσθαι τὸ βλεπόµενον ἐν ᾧπερ ἂν ὑπάρχῃ τόπῳ.
7.7.10. Kαίτοι περὶ τῆς ἀνακλάσεως ἣν ἀπὸ τῶν αἰσθητῶν ἐφ’ ἡµᾶς ὁ ᾿Αριστοτέλης ἥκειν λέγει, τῷ λόγῳ δοκεῖ µοι κατανενοηκέναι τὴν ἀτοπίαν, οὐδαµόθι τολµῶν αὐτῇ χρῆσθαι, παρελκόµενος δ’ ὡς ἀπίθανον ἀεί.
7.7.11. καὶ γὰρ ὅπως ἡ ἶρις γίγνεται καὶ ὅπως ἅλως ἤτοι περὶ τὸν ἥλιον ἢ τὴν σελήνην οἵ τ’ ἀνθήλιοι καὶ οἱ παρήλιοι καλούµενοι τά τε διὰ τῶν κατόπτρων ὁρώµενα διερχόµενος, εἰς ἀνάκλασιν ὄψεως ἀναφέρει πάντα, µηδὲν διαφέρειν λέγων ἢ τὴν ὄψιν ἀνακλᾶσθαι νοµίζειν ἢ τὰς ἀπὸ τῶν ὁρωµένων ἀλλοιώσεις τοῦ περιέχοντος ἡµᾶς ἀέρος, ὁµοιότατον κατά γε τοῦτο σοφιζόµενος ᾿Ασκληπιάδῃ τῷ τῆς ὁλκῆς ἀντὶ τοῦ τῆς φορᾶς ὀνόµατι χρωµένῳ· τὸ γὰρ ἀπίθανον τῆς φορᾶς ὑπιδόµενος ἐπετόλµησε τῇ µεταθέσει τῆς προσηγορίας.
7.7.12. οὕτως οὖν καὶ ὁ ᾿Αριστοτέλης ἐπειδὴ σαφῶς ἠπίστατο τῶν κατὰ µέρο[υ]ς ἀπιθάνους ἐρεῖν τὰς ὀπτικὰς αἰτίας εἰ φυλάττοι τὴν ἑαυτοῦ δόξαν, ἐπὶ τὴν ἀλλοτρίαν ἀφίκετο µηδὲν διαφέρειν λέγων ὁποτέρως ἂν ἑρµηνεύῃ.
7.7.13. καίτοι δικαιότατ’ ἄν τις εἴποι πρὸς αὐτόν· “εἰ µηδὲν διαφέρει λέγειν οὕτως ἢ ἐκείνως, τί καταλιπὼν τὴν ἀληθῆ τε καὶ σὴν δόξαν ἀλλοτρίᾳ χρῇ ψευδεῖ; εἰς γὰρ τοὐναντίον σοι περιτραπήσεται τὸ σόφισµα µηδεµίαν αἰτίαν εἰπόντι τῆς ἀλόγου τῶν δογµάτων µεταλλαγῆς, ὥστε ὑποπτευθήσῃ µᾶλλον ἢ πιστευθήσῃ.
7.7.14. καὶ µὴν εἰ διότι πιθανώτερόν σοι τὸ λεγόµενόν ἐστιν, διὰ τοῦτο φαίης προσχρῆσθαι δόγµασιν ἀλλοτρίοις, ἐρωτηθήσῃ πάλιν αὐτοῦ τοῦ πιθανοῦ τὴν αἰτίαν.
7.7.15. εἰ γὰρ ἡ ψευδὴς δόξα τὰς κατὰ µέρος ἁπάσας αἰτίας πιθανωτέρας ἔχει τῆς ἀληθοῦς, ἀπιστηθήσεται πάντα σου τὰ τῶν Προβληµάτων βιβλία.”
7.7.16. Tτὸ µὲν οὖν διὰ µέσου τοῦ ἀέρος ὁρᾶν ἡµᾶς ἐναργές ἐστι καὶ πᾶσιν ὁµολογούµενον, ἡ ζήτησις δὲ ἐπὶ τῷδε γίγνεται, πότερον ὡς δι’ ὁδοῦ τινος µέσης ἀπὸ τῶν ὁρωµένων ἀφικνεῖταί τι πρὸς ἡµᾶς ἢ τοιοῦτον ὄργανον ὁ ἀήρ ἐστιν ἡµῖν εἰς τὴν τῶν ὁρατῶν διάγνωσιν οἷόνπερ τὸ νεῦρον εἰς τὴν τῶν ἁπτῶν.
7.7.17. οἴονται µὲν οὖν οἱ πλεῖστοι καὶ διὰ τοῦ νεύρου τὴν ἀπὸ τῶν προσπιπτόντων ἀλλοίωσιν ἀναδιδοµένην ἐπὶ τὸ τῆς ψυχῆς ἡγεµονικὸν εἰς διάγνωσιν ἄγειν ἡµᾶς αὐτῶν, οὐκ ἐννοοῦντες ὡς οὐκ ἂν ἡ τῆς ὀδύνης αἴσθησις ἐγίγνετο κατὰ τὸ τεµνόµενον ἢ θλώµενον ἢ καόµενον µόριον εἰ µὴ καὶ τῆς αἰσθήσεως ἡ δύναµις ἦ[ν] ἐν αὐτοῖς.
7.7.18. ἔχει δ’ ἐναντίως ἢ δοξάζουσιν ἐκεῖνοι τὸ ἀληθές. αὐτό τε γὰρ τὸ νεῦρον ἐγκεφάλου µέρος ἐστὶν οἷόνπερ ἀκρεµὼν ἢ βλάστηµα δένδρου, τό τε µέλος εἰς ὃ τὸ µέρος ἐµφύεται τὴν δύναµιν αὐτοῦ δεχόµενον εἰς ὅλον ἑαυτὸ διαγνωστικὸν γίνεται τῶν ψαυόντων αὐτοῦ.
7.7.19. παραπλήσιον οὖν τι κἀπὶ τοῦ περιέχοντος ἡµᾶς ἀέρος γίγνεται· πεφωτισµένος γὰρ ὑφ’ ἡλίου τοιοῦτόν ἐστιν ἤδη [τὸ] τῆς ὄψεως ὄργανον οἷον τὸ παραγιγνόµενον ἐξ ἐγκεφάλου πνεῦµα· πρὶν φωτισθῆναι δέ, κατὰ τὴν ὑπὸ <τῆς> τοῦ πνεύµατος εἰς αὐτὸν ἐκ [τῆς] βολῆς ἐναποτελουµένην ἀλλοίωσιν ὁµοιοπαθὲς ὄργανον οὐ γίγνεται.
7.7.20. Mὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ ἀέρος ὁρᾶν ἡµᾶς οἱ Στωϊκοὶ λεγέτωσαν. ἡ γὰρ τοιαύτη διάγνωσις ἀντιβαινόντων ἐστὶ σωµάτων, κατὰ συλλογισµὸν <δ’> ἔτι µᾶλλον· οὐ πιλητοῦ δ’ αἰσθητικὴ ἡ τοῦ ὄµµατος αἴσθησις ἡµῖν ἐστιν οὔτε τῆς σκληρότητος ἢ µαλακότητος, ἀλλὰ χρόας καὶ µεγέθους καὶ θέσεως, ὧν οὐδὲν ἡ βακτηρία διαγνῶναι δύναται.
7.7.21. πολὺ τοίνυν ἄµεινον ὡς ἐν ἐσφαλµένοις ᾿Επίκουρος ἀπεφήνατο τῶν Στωϊκῶν.
7.7.22. ἐκεῖνοι µὲν γὰρ τῶν ὁρατῶν οὐδὲν ἄγουσιν ἄχρι τῆς ὀπτικῆς δυνάµεως, ὁ δ’ ᾿Επίκουρος ἀπεφήνατο ἄγειν· καὶ πολύ γε τούτου κρείττων ᾿Αριστοτέλης, οὐκ εἴδωλον σωµατικὸν ἀλλὰ ποιότητα δι’ ἀλλοιώσεως τοῦ πέριξ ἀέρος ἀπὸ τῶν ὁρατῶν ἄγων ἄχρι τῆς ὄψεως.
7.7.23. εὐλαβήθη*** γὰρ ὅλως αἰσθητικὸν ποιῆσαι τὸν πέριξ ἀέρα, καίτοι τήν γε σάρκα σαφῶς ὁρῶν αἰσθητικὴν γιγνοµένην ἐκ τῆς ἀφικνουµένης εἰς αὐτὴν ἀπὸ τῆς ἀρχῆς δυνάµεως.
7.7.24. τί δὲ χαλεπόν ἐστι τὴν ἡλιακὴν αὐγὴν αἰσθητικὴν ὑποθέσθαι, οἷον µάλιστα τὸ κατὰ τοὺς ὀφθαλµοὺς πνεῦµα τὸ παραγόµενον ἐξ ἐγκεφάλου προδήλως ὁρᾶται; φωτοειδὲς [καὶ] γάρ ἐστιν.
7.7.25. εἰ δὲ καὶ περὶ ψυχῆς οὐσίας ἀποφήνασθαι χρή, δυοῖν θάτερον ἀναγκαῖον εἰπεῖν· ἢ τοῦτ’ εἶναι τὸ οἷον αὐγοειδές τε καὶ αἰθερῶδες σῶµα λεκτέον αὐτήν, εἰς ὃ κἂν µὴ βούλωνται κατ’ ἀκολουθίαν ἀφικνοῦνται Στωϊκοί τε καὶ ᾿Αριστοτέλης, ἢ αὐτὴν µὲν ἀσώµατον ὑπάρχειν οὐσίαν, ὄχηµα δὲ τὸ πρῶτον αὐτῆς εἶναι τουτὶ τὸ σῶµα δι’ οὗ µέσου τὴν πρὸς τἆλλα σώµατα κοινωνίαν λαµβάνει.
7.7.26. τοῦτο µὲν οὖν αὐτὸ δι’ ὅλου λεκτέον ἡµῖν ἐκτετάσθαι τοῦ ἐγκεφάλου, τῇ δέ γε πρὸς αὐτὸ κοινωνίᾳ τὸ κατὰ τὰς ὄψεις [αὐτῶν] πνεῦµα φωτοειδὲς γίγνεσθαι.
7.8.1. Περὶ µὲν οὖν τῆς ᾿Αριστοτέλους τε καὶ τῶν Στωϊκῶν δόξης ὀλίγον ἀναβάλλοµαι, τὸ δὲ τὴν αἴσθησιν τῶν αἰσθητῶν γίγνεσθαι δι’ ἀλλοιώσεώς τε καὶ διαγνώσεως ἐξ ὧν εἶπον δῆλον.
7.8.2. ἀλλοιοῦται µὲν οὖν τὸ τῆς αἰσθήσεως ὄργανον, ἡ διάγνωσις δ’ αὐτοῦ τῆς ἀλλοιώσεως γίγνεται ἐκ µιᾶς δυνάµεως κοινῆς πάντων τῶν αἰσθητηρίων ἐκ τῆς ἀρχῆς ἐπιρρεούσης· τὴν δὲ ἀρχὴν αὐτὴν εἴτε κοινὴν αἴσθησιν εἴτε πρῶτον αἰσθητικὸν ἐθέλοις ὀνοµάζειν, οὐ διοίσει.
7.8.3. καὶ ταύτην ἔδειξεν ὁ πρόσθεν λόγος ἐγκέφαλον οὖσαν, ἀφ’ οὗ πάντα τὰ µόρια αἴσθησίν τε καὶ κίνησιν ἔχει, καθηκόντων ἑτέρων µὲν νεύρων εἰς τὰ τῶν αἰσθήσεων ὄργανα διαγνώσεως ἕνεκα τῶν αἰσθητῶν, ἑτέρων δὲ τῶν κινούντων αὐτὰ τά γε κινεῖσθαι δεόµενα, καθάπερ ὀφθαλµούς τε καὶ γλῶτταν καὶ ὦτα —καὶ γὰρ οὖν καὶ ταῦτα τοῖς πλείστοις τῶν ζῴων κινεῖται, µυῶν τῶν ἐν τῇ κεφαλῇ περιλαµβανόντων αὐτά— δι’ ὧν αἱ καθ’ ὁρµὴν ἅπασαι κινήσεις τοῖς ζῴοις εἰσίν.
7.8.4. ἐξ ὧν ἁπάντων µαρτυρεῖται προσηκόντως εἰρῆσθαι τὸν ἐγκέφαλον ἀρχὴν εἶναι τοῦτο µὲν αἰσθήσεως ἁπάσης τοῖς ζῴοις, τοῦτο