Шрифт:
Закладка:
7.2.1. Μεταβῶµεν δ’ ἑξῆς ἐπὶ τὸ διηµαρτηµένον· ἔστι γὰρ οὐδ’ αὐτὸ µακρὸν ἀνδρὶ κατὰ φύσιν ἔχοντι.
7.2.2. νοµίσας γοῦν ὁ ᾿Αρίστων µίαν εἶναι τῆς ψυχῆς δύναµιν, ᾗ λογιζόµεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο µίαν, ἐπιστήµην ἀγαθῶν καὶ κακῶν.
7.2.3. ὅταν µὲν οὖν αἱρεῖσθαί τε δέῃ τἀγαθὰ καὶ φεύγειν τὰ κακά, τὴν ἐπιστήµην τήνδε καλεῖ σωφροσύνην· ὅταν δὲ πράττειν µὲν τἀγαθὰ µὴ πράττειν δὲ τὰ κακά, φρόνησιν· ἀνδρείαν δ’ ὅταν τὰ µὲν θαρρῇ, τὰ δὲ φεύγῃ· ὅταν δὲ τὸ κατ’ ἀξίαν ἑκάστῳ νέµῃ, δικαιοσύνην·ἑνὶ δὲ λόγῳ γιγνώσκουσα µὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τ’ ἐστὶ καὶ ἐπιστήµη, πρὸς δὲ τὰς πράξεις ἀφικνουµένη τὰς κατὰ τὸν βίον ὀνόµατα πλείω λαµβάνει τὰ προειρηµένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καλουµένη.
7.2.4. Tοιαύτη µέν τις ἡ ᾿Αρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν. ὅ γε µὴν Χρύσιππος οὐκ οἶδ’ ὅπως ἀντιλέγειν ἐπιχειρεῖ τἀνδρὶ τὴν κοινὴν πρὸς ἑαυτὸν ὑπόθεσιν ἀκριβῶς διαφυλάττοντι.
7.2.5. καλῶς γὰρ ἅπαντα γιγνωσκόντων τε καὶ πραττόντων ἡµῶν ἂν ὁ βίος διοικοῖτο κατ’ ἐπιστήµην, κακῶς δὲ καὶ ψευδῶς γιγνωσκόντων τε καὶ πραττόντων κατ’ ἄγνοιαν, ὡς αὐτὸς ὁ Χρύσιππος βούλεται, καὶ διὰ ταῦτα µία µὲν ἀρετὴ γίγνοιτ’ ἂν ἡ ἐπιστήµη, µία δ’ ὡσαύτως καὶ ἡ κακία, προσαγορευοµένη καὶ ἥδε ποτὲ µὲν ἄγνοια, ποτὲ δ’ ἀνεπιστηµοσύνη.
7.2.6. ἐὰν οὖν τις τὸν θάνατον ἢ τὴν πενίαν ἢ τὴν νόσον ὡς κακὰ δεδιὼς ᾖ, δέον θαρρεῖν ὡς ἐπὶ ἀδιαφόροις, ἐνδείᾳ µὲν ἐπιστήµης αὐτὸ τίθεται, ἀγνοῶν τἀληθές, ὡς ἂν ᾿Αρίστων τε καὶ Χρύσιππος εἴποι, κακίαν δ’ ἔχει ψυχῆς ἣν ὀνοµάζουσι δειλίαν· οἷς ἐναντίαν ἀρετὴν αὐτοί φασιν εἶναι τὴν ἀνδρείαν ἐπιστήµην οὖσαν ὧν χρὴ θαρρεῖν ἢ µὴ θαρρεῖν, τουτέστιν ἀγαθῶν τε καὶ κακῶν τῶν ὄντως δηλονότι τοιούτων, οὐ κατὰ ψευδῆ δόξαν ὑπειληµµένων, οἷάπερ ἐστὶν ὑγίεια καὶ πλοῦτος καὶ νόσος καὶ πενία. τούτων γὰρ οὐδὲν οὔτ’ ἀγαθὸν οὔτε κακὸν εἶναί φασιν, ἀλλ’ ἀδιάφορα πάντα.
7.2.7. καὶ τοίνυν εἰ τὸ µὲν ἡδὺ νοµίσας τις ἀγαθόν, τὸ δ’ ἀνιαρὸν κακόν, ἀκολουθῶν τῇ δόξῃ τῇδε τοῦ µὲν τὴν αἵρεσιν ποιοῖτο, τοῦ δὲ τὴν φυγήν, ἀµαθής ἐστιν οὐσίας ἀγαθοῦ καὶ διὰ ταῦτ’ ἀκόλαστος.
7.2.8. ἐν ἁπάσαις γὰρ πράξεσιν αἱρουµένων ἡµῶν τὸ φαινόµενον ἀγαθόν, φευγόντων δὲ τὸ φαινόµενον κακόν, ἐχόντων δὲ φύσει τὰς ὁρµὰς ταύτας ἐφ’ ἑκάτερον, ἡ φιλοσοφία διδάσκουσα τὸ κατ’ ἀλήθειαν ἀγαθόν τε καὶ κακὸν ἀναµαρτήτους ἐργάζεται.
7.2.9. Χρύσιππος δὲ οὐκ οἶδ’ ὅπως, ὥσπερ οἱ ἰδιῶται λόγων, τῇ διαφορᾷ τῶν φωνῶν, οὐ τοῖς τυγχάνουσιν αὐτοῖς πράγµασι, προσέχει τὸν νοῦν ἕτερόν τι νοµίζων δηλοῦσθαι καθ’ ἑκάστην τῶνδε τῶν φωνῶν, αἱρετέον, ποιητέον, θαρρητέον, ἀγαθόν.
7.2.10. ἔστι δ’ οὐχ ἕτερον, ἀλλ’ ἐν ἁπάσαις ταὐτόν, ὅπερ ἐκ τῆς ἀγαθὸν δηλοῦται. τοῦτο γάρ ἐστι µόνον ὅπερ ἂν ἕλοιτό τις ἢ πράξειεν ἢ θαρρήσειεν, ὥσπερ γε καὶ τὸ κακόν, ὃ µήτε ἂν ἕλοιτο µήτε πράξειε µήτε θαρρήσειεν.
7.2.11. ὡς οὖν ὁ λέγων ἔχειν ἡµᾶς ὀφθαλµοὺς οὐχ ἕτερόν τι λέγει τοῦ φάσκοντος ἔχειν ἡµᾶς ὦπας ἢ ὄµµατα, καθάπερ οὐδ’ εἰ τούτων ἀποχωρήσας τῶν ὀνοµάτων ἡµᾶς ἔχειν φαίη***** µόριον ὀπτικὸν ἢ µόριον ὁρατικὸν ἢ ὄργανον ὁρατικόν, οὕτως ὁ λέγων ἔχειν ἡµᾶς ἐπιστήµην ἀγαθῶν τε καὶ κακῶν οὐχ ἕτερόν τι λέγει τοῦ φάσκοντος ἐπιστήµην αἱρετέων καὶ οὐχ αἱρετέων ἢ ποιητέων καὶ οὐ ποιητέων ἢ θαρραλέων καὶ οὐ θαρραλέων ἔχειν ἡµᾶς.
7.2.12. ἁπάσαις γὰρ ταύταις ταῖς λέξεσιν ἀγαθὸν καὶ κακὸν λέγει καὶ κατ’ αὐτὸν τὸν Χρύσιππον, εἴ γε δὴ τὸ ἀγαθὸν αὐτὸ µόνον ἐστὶν αἱρετέον καὶ ποιητέον καὶ θαρρητέον· ὥστε τὴν τῶν ἀγαθῶν ἐπιστήµην ἐν διαφόροις ὕλαις ἢ πράξεσιν ἐξεταζοµένην ὀνόµατα πλείω λαµβάνειν, ἕκαστον ἐν τῷ πρός τι κατὰ τὴν ὕλην ἢ τὴν πρᾶξιν ὑφιστάµενον.
7.2.13. ὥσπερ οὖν τὸν περὶ <τῶν> τῆς ψυχῆς ἡµῶν µερῶν λόγον ὁ Πλάτων ἑνὶ λόγῳ βραχεῖ περιέλαβεν ἐπιστηµονικῷ κατὰ τὸ τέταρτον τῆς Πολιτείας, οὕτω καὶ περὶ τῶν ἀρετῶν αὐτῆς ἐφεξῆς ἐδίδαξε διὰ βραχέων.
7.2.14. ἐν δέ γε τῷ Λάχητι παρέγραψεν “εἴ τις ἐπιστήµας εἶναι νοµίζει τὰς ἀρετάς, οὐ πολλαὶ γίγνοιτ’ ἂν ἀλλὰ καὶ µία γνῶσις ἀγαθῶν τε καὶ κακῶν.”
7.2.15. οὔκουν οὔτε Πλάτων οὔτ’ ἐγὼ πολυλογίας αἴτιος καθάπερ οὐδ’ ᾿Αρίστων, ἀλλ’ ὁ µακροὺς µὲν ἀποτείνων λόγους ἐκ ληµµάτων ἀρχοµένους ἤτοι διαλεκτικῶν µόνον, οὐ µὴν ἐπιστηµονικῶν, ἢ οὐδὲ τοιούτων ἀλλ’ ἤτοι ῥητορικῶν ἢ σοφιστικῶν.
7.2.16. ἐπιδέδεικται δέ µοι τοῦτο κατὰ τὸ δεύτερον ὑπόµνηµα τῆσδε τῆς πραγµατείας δεικνύντι τὴν διαφορὰν τῶν ληµµάτων, ὅπερ οὐ τοῦ προκειµένου ἐστὶ σκέµµατος.
7.2.17. οὕτως οὖν κἀν τοῖς Περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ὁ Χρύσιππος ἀποχωρῶν τῶν ἐπιστηµονικῶν καὶ ἀποδεικτικῶν ληµµάτων ἐν τοῖς ὑπολοίποις ἀλᾶται τρισὶ γένεσιν, ὡς ἔν γε τῷ Ποιὰς εἶναι τὰς ἀρετὰς ἐπιστηµονικῶν µᾶλλον ἅπτεται καταβαλλόντων µὲν ὄντως τὸν ᾿Αρίστωνος λόγον, οὐ µὴν τῇ γε οἰκείᾳ πρεπόντων ὑποθέσει.
7.3.1. Διὰ τοὺς ἀγανακτοῦντας οὖν ἐπὶ τῷ µήκει τῆς ἐνεστώσης πραγµατείας ἑτέρωθι µὲν ἰδίᾳ περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς αὖθις ἔγνωκα ποιήσασθαι τὸν λόγον, ἐν δὲ τῷ παρόντι διὰ τοὺς φιλοµαθεῖς ἐπείγοντάς µε τὰ λείποντα προσθεῖναι τοῖς ἐνεστῶσιν ἐπὶ τὰ συνεχῆ τοῖς εἰρηµένοις ἀφίξοµαι.
7.3.2. δέδεικται µὲν γὰρ ὡς ἡ τοῦ γεγεννηµένου ζῴου διοίκησις ὑπὸ τριῶν ἀρχῶν γίνεται, µιᾶς µὲν τῆς ἐν τῇ κεφαλῇ κατῳκισµένης ἧς ἔργα καθ’ ἑαυτὴν µὲν ἥ τε φαντασία καὶ ἡ µνήµη καὶ <ἡ ἀνάµνησις, ἐπιστήµη τε καὶ> νόησις καὶ διανόησις, ἐν δὲ τῷ πρός τι τῆς τ’ αἰσθήσεως ἡγεῖσθαι τοῖς [τ’] αἰσθανοµένοις τοῦ ζῴου µέρεσι καὶ τῆς κινήσεως τοῖς κινουµένοις καθ’ ὁρµήν, ἑτέρας δὲ τῆς ἐν τῇ καρδίᾳ καθιδρυµένης, ἧς ἔργα καθ’ ἑαυτὴν µὲν ὁ τόνος ἐστὶ τῆς ψυχῆς καὶ τὸ µόνιµον ἐν οἷς ἂν ὁ λογισµὸς κελεύσῃ καὶ τὸ ἀήττητον, κατὰ πάθος δ’ <ἡ> οἷον ζέσις τῆς ἐµφύτου θερµασίας ποθούσης τιµωρήσασθαι τῆς ψυχῆς τηνικαῦτα τὸν ἀδικεῖν δόξαντα, καὶ καλεῖται τὸ τοιοῦτον θυµός, ἐν δὲ τῷ πρός τι θερµασίας ἀρχὴ τοῖς κατὰ µέρος εἶναι µορίοις ἀρτηρίαις τε κινήσεως σφυγµικῆς· τῆς δ’ ὑπολοίπου δυνάµεως ἐν ἥπατι καθιδρυµένης ἔργα τὰ περὶ τὴν θρέψιν ἅπαντα κατὰ τὸ ζῷον, ὧν µέγιστον µέρος ἐν ἡµῖν τε καὶ πᾶσι τοῖς ἐναίµοις ζῴοις ἐστὶν ἡ τοῦ αἵµατος γένεσις.
7.3.3. τῆς δ’ αὐτῆς ταύτης δυνάµεως καὶ ἡ τῶν ἡδέων ἐστὶν ἀπόλαυσις, ἐν ᾗ σφοδρότερον τοῦ δέοντος κινουµένη τήν τ’ ἀκρασίαν καὶ τὴν ἀκολασίαν ἐργάζεται.
7.3.4. ῾H µὲν οὖν ἀπόδειξις ἡ