Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 117 118 119 120 121 122 123 124 125 ... 182
Перейти на страницу:
ἑτέρου τῶν σκελῶν ἀποκένωσον ὀλίγον, εἶτα κατὰ τὴν ὑστεραίαν ὡσαύτως ἀπὸ θατέρου σκέλους, αὖθις ὁµοίως κένωσον ἅµα τῷ καὶ προνοεῖσθαι τῆς λεπτυνούσης διαίτης, ἐν αὐταῖς ταῖς ἡµέραις, ἐν αἷς οὕτως κενοῖς, καὶ πρὸ αὐτῶν ἄλλαις ἤδη τέσσαρσιν ἢ πέντε. γέγραπται δέ µοι περὶ τῆς λεπτυνούσης διαίτης εἷς κατὰ ἰδίαν λόγος. ἀλλὰ γυναιξὶ καὶ ἄνευ τοιαύτης διαίτης ἱκανὰ προτρέψαι καταµήνια καὶ καλαµίνθην καὶ γλήχωνα. διδόναι δὲ αὐταῖς ἀφεψῶν ἐν µελικράτῳ καὶ ξηρὰ κόπτων καὶ διάττων λεπτῷ κοσκίνῳ καὶ τρίβων γε πάλιν χάριν τοῦ ποιῆσαι χνοῶδες, ἐπιπάττε τῷ µελικράτῳ. καιρὸς δὲ τῆς πόσεως ἄριστός ἐστι µετὰ τὸ βαλανεῖον, περιβεβληµέναις ταῖς σίνδοσι. ταῦτα µὲν οὖν ἐπιεικῆ φάρµακα, σφοδρότερα δὲ βράθυ καὶ δίκταµον. ἡ δὲ χρῆσις ὁµοία τοῖς προειρηµένοις. δίδοται δ’ ἐν τούτῳ τῷ καιρῷ καὶ τὸ πικρὸν ἰδίως ὀνοµαζόµενον φάρµακον, ὃ τὰς ρ′ ἔχει τῆς ἀλόης µιγνυµένας ταῖς τῶν ἄλλων φαρµάκων ἓξ ἑκάστου. κάλλιστον δ’ ἐστὶν ὅταν λάβῃ κινάµωµον. ταῦτα µὲν ἐν παρέργῳ λελέχθω, καίτοι γ’ οὐκ ὄντα πάρεργα, διότι τῇ τοῦ αἵµατος ἐκ µήτρας φορᾷ συνεργεῖ, µετὰ τῆς ἀπὸ τῶν σκελῶν κενώσεως, ἤτοι τῶν σφυρῶν ἀµυττοµένων ἢ φλεβὸς τεµνοµένης παρὰ τὸν ἀστράγαλον ἢ κατ’ ἰγνύαν. οἶδα δὲ καὶ ἰσχιάδας ἐν ἡµέρᾳ µιᾷ θεραπευθείσας ὑπὸ τῆς διὰ τῶν σκελῶν κενώσεως, ὅσαι µὴ διὰ ψύξιν, ἀλλὰ πεπληρωµένων αἵµατος τῶν κατ’ ἰσχίον ἀγγείων ἐγένοντο. διὸ καὶ συµφορώτερον τῆς ἀπὸ τῶν σφυρῶν φλεβοτοµίας ἢ ἀπὸ τῆς ἰγνύας ἐστὶ τοῖς οὕτω διακειµένοις. ἀποχάραξις δ’ αὐτοὺς οὐδὲν ὀνίνησι σαφές.

19. Συνελόντι γε µὴν εἰπεῖν τὰς µὲν ἀρχοµένας φλεγµονὰς ἀντισπαστικῶς χρὴ κενοῦν, τὰς δὲ κεχρονισµένας ἐξ αὐτῶν, εἰ οἷόν τε, τῶν πεπονθότων· εἰ δὲ µὴ, τῶν ἐγγυτάτω τούτων. ἐπὶ µὲν γὰρ τῶν ἀρχοµένων ἀποστρέψαι χρὴ τὸ ἐπιῤῥέον, ἐπὶ δὲ τῶν κεχρονισµένων αὐτὸ µόνον ἐκκενῶσαι τὸ εὐφηνωµένον ἐν τῷ πεπονθότι µορίῳ. κενωθήσεται δ’ ἄριστα τοῦτο διὰ τῶν συνηµµένων φλεβῶν τοῖς κατ’ αὐτά. τούτῳ τῷ λογισµῷ καὶ ἡ πεῖρα µαρτυρεῖ. καὶ διὰ ταῦθ’ ὅσα κατὰ φάρυγγα καὶ ἀρτηρίαν φλεγµαίνει µεγάλως, ἐν ἀρχῇ µὲν ἡ κατ’ ἀγκῶνα, µετ’ ἐκείνην δὲ ἡ ἐπ’ αὐτῆς τῆς γλώττης βοηθεῖ µεγάλως, ἐντεµνοµένων ἀµφοτέρων τῶν ἐπ’ αὐτῆς φλεβῶν. οὕτω δὲ καὶ τὰ κατὰ τοὺς ὀφθαλµοὺς σκιῤῥώδη λείψανα τῶν φλεγµονῶν ἡ παρὰ τὸν µέγαν κανθὸν φλὲψ ὀνίνησι διαιρουµένη, καθάπερ γε τὰ τῆς κεφαλῆς βάρη καὶ τὰς διὰ πλῆθος ὀδύνας κεχρονικυίας ἐν αὐτῇ κουφίζειν εἴωθε σαφῶς ἡ ἐν τῷ µετώπῳ φλὲψ τµηθεῖσα, τὰς δ’ ἀρχοµένας τε καὶ τὰς ἀκµαζούσας ἢ ἐπ’ ἰνίου ἀντίσπασις διὰ σικύας, ἐνίοτε µὲν αὐτῆς µόνης, ἐνίοτε δὲ καὶ µετὰ ἀµυχῶν γιγνοµένης. προκεκενῶσθαι δὲ χρὴ τὸ σύµπαν σῶµα. κατὰ δὲ τὸν αὐτὸν λόγον ὄπισθεν τῆς κεφαλῆς ὀδύνας ἀρχοµένας καὶ ἀκµαζούσας ἡ ἐν µετώπῳ φλὲψ ὠφελεῖ διαιρουµένη. τὰς µὲν γὰρ ἀντισπάσεις ἅµα τῇ κενώσει ποιεῖσθαι χρὴ µᾶλλον ἐπὶ τῶν ἀρχοµένων ῥευµάτων. τὰς δὲ ἀπ’ αὐτῶν τῶν πεπονθότων µορίων ἢ τῶν πλησίον αὐτοῖς, ἐπὶ τῶν οἷον ἐσκιῤῥωµένων φλεγµονῶν. ἐφ’ ὧν δὲ σωµάτων οὐδὲν πάσχει µόριον οὐδέπω, φθάνοµεν δὲ κενοῦν ἦρος εἰσβάλλοντος, ἐπὶ τούτων ἐπὶ µὲν εἰθισµένου τοῦ ἀνθρώπου νοσήµασιν ἁλίσκε-σθαι πυρετώδεσιν ὥρᾳ θέρους ἐκκενῶσαι τὴν χορηγίαν αὐτῶν ἐφιέµεθα, πᾶν µέρος εἰς ἀφαίρεσιν αἵµατος ὁµότιµον ἐστίν· ὥσπερ γε καὶ εἰ ἀρθριτικὸς εἴη πᾶσι τοῖς ἄρθροις πεπονθώς. οἷς δέ τι µέρος ἐξαιρέτως ἐνοχλεῖται µὴ προκενωθεῖσιν, οὐ χρὴ ποιεῖσθαι τὴν κένωσιν ὁµότιµον ἐξ ἁπάντων, ἀλλ’ ὡς ἐπὶ τῶν ἀρχοµένων ἤδη πάσχειν. διὸ τοὺς µὲν ποδαγρικοὺς ἐπ’ ἀγκῶνος χρὴ κενοῦν, ἐπιληπτικοὺς δὲ καὶ σκοτωµατικοὺς ἀπὸ τῶν σκελῶν µᾶλλον. εἰ δὲ δι’ αἱµοῤῥοΐδος ἐπίσχεσιν ἐπὶ φλεβοτοµίαν ἥκοις, εἰ µὲν ἐπέχειν αὐτὴν βούλοιο, τὰς ἐν ταῖς χερσὶν, εἰ δὲ προτρέψαι, τὰς ἐν τοῖς σκέλεσι χρὴ τέµνειν φλέβας. ἀλλ’ ἐπί γε τῶν ἐπεσχηµένων καταµήνια, τὰς ἐν σκέλει διαπαντός. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν αἱµοῤῥοΐδων, ἔνιοι µὲν ἀπηλλάχθαι τῆς τοιαύτης κενώσεως ἐθέλουσιν, ἔνιοι δὲ ἔχειν ἀγαπῶσιν, οὕτω κᾀπὶ τῆς ἐµµήνου καθάρσεως. ἡ µὲν γὰρ ἐκ τῶν αἱµοῤῥοΐδων κένωσις ὕποπτός ἐστιν ἀµετρίαν τοσαύτην ἐλθεῖν, ὡς ἤτοι παραχρῆµα τὸν ἄνθρωπον ἀνελεῖν, ἢ ὑδερώδη γε πάντως, ἢ καχεκτικὸν ἀπεργάσασθαι. ταῖς δ’ ἐκ τῶν µητρῶν κενώσεσιν ὡς ἂν κατὰ φύσιν οὔσαις οὐδὲν τοιοῦτον συµπίπτει. συµβαίνει µέντοι ἐνίοτε καὶ τὰς µήτρας ἐξ ἀναβρώσεως αἱµοῤῥαγεῖν, ἐφ’ ὧν οὐκέθ’ ὁ αὐτὸς σκοπὸς τῆς θεραπείας ἐστίν. οὐ γὰρ φέρεσθαι τὸ αἷµα καθάπερ ἐκ τῶν καταµηνίων, ἀλλὰ παντάπασι στῆναι βουλόµεθα. κοινὸς οὖν ἐπὶ τούτων ἁπάντων ἦρος εἰσβάλλοντος ἐπὶ φλεβοτοµίαν ἡκόντων ὅδε ὁ λόγος ἐστὶν, εἰ µὲν ἐξαιρέτως ἀσθενές τι µόριον ἔχοιεν, ἐφ’ ὃ τὸ ἀθροιζόµενον πλῆθος διήκει, ἀντισπαστικῶς κενοῦν. εἰ δὲ µηδὲν εἴη τοιοῦτον, ὅθεν ἂν ἑκάστῳ φίλον ᾖ, πλὴν τῶν δι’ αἱµοῤῥοΐδος ἐπίσχεσιν ἢ καταµηνίων, ὡς ὀλίγον ἔµπροσθεν διώρισται.

20. Εἴρηται µὲν οὖν δυνάµει καὶ περὶ τούτου διὰ τῶν ἔµπροσθεν, ἄµεινον δὲ καὶ νῦν ἅπαντα διελθεῖν, ἀθροίζοντα µὲν εἰς ἕνα λόγον τοῦτον ὅσα πρόσθεν εἴρηται, προσεπιδιορίζοντα δὲ τὰ µὴ διωρισµένα. καθόλου µὲν οὖν τοῦτο γνωστέον, ὡς οὐ χρὴ προσέχειν ἡµερῶν ἀριθµὸν πρῶτον ἐπὶ φλεβοτοµίας, ὥσπέρ τινες ἔγραψαν καὶ ἔνιοι µὲν πάνυ γελοίως µετὰ τὸν τῆς τρίτης παροξυσµὸν, ὁπόταν, ὡς φασὶν, ἤδη τινὰ διάγνωσιν ἔχωµεν ὁποία τίς ἐστι κατά τε τὴν ἰδέαν καὶ τὸ ἦθος, ὅλην τε τὴν ἑαυτῆς φύσιν ἡ νόσος· ἔνιοι δὲ τὸν µὲν ἐξοχώτατον ὅρον τῆς φλεβοτοµίας ὥρισαν εἶναι τὴν τετάρτην ἡµέραν, ἐντὸς δὲ αὐτῆς συγχωροῦσι φλεβοτοµεῖν ἐν τοῖς τῶν παροξυσµῶν διαλείµµασι, ὁπότε ἐθελήσαιεν· ἔνιοι δὲ σπεύδουσιν ἀφαιρεῖν ἐφ’ ὧν ἂν ὁρίσωσιν αἵµατος ἀφαιρέσεως εἶναι χρείαν, ἔτι µεταῤῥέοντος αὐτοῦ, καὶ µηδέπω κατεχοµένου βεβαίως ἔν τινι µέρει δεξαµένῳ τὴν περιουσίαν ἓν µόνον ἐπισκοποῦντες, εἰ µὴ διαφθορά τις εἴη γεγονυῖα τῆς ἐν τῇ γαστρὶ πεπτοµένης τροφῆς, ἢ βραδυπεψία τις, ἢ καὶ σιτία περιεχόµενα κατ’ αὐτήν. ὅτι µὲν οὖν σπεύδειν προσήκει ἐφ’ ὧν ἐστι χρεία κενώσεως, εἰ µή που προπεφθῆναι δέον τὰ σιτία καὶ τοὺς κατὰ τὰς πρώτας φλέβας ἡµιπέπτους χυµοὺς, κάλλιστα λέγουσι καὶ πιστέον αὐτοῖς. ἀλλ’ ἐπεὶ πολλάκις ἡµέρας πέντε ἤδη ἢ ἓξ ἄγοντός τινος ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὴν θεραπείαν αὐτοῦ καλούµεθα, καλῶς ἂν ἔχοι φλεβοτοµεῖν, εἰ καὶ παρελείφθη τοῦ βοηθήµατος ὁ πρῶτος καιρός. ἐν ᾗ γὰρ ἂν ἡµέρᾳ τοὺς σκοποὺς τῆς φλεβοτοµίας ἐπὶ τοῦ κάµνοντος εὑρίσκῃς, ἐν ἐκείνῃ πράξεις τὸ βοήθηµα, κᾂν εἰκοστὴν ἡµέραν ἀπὸ τῆς ἀρχῆς ἔτυχεν εἶναι. τίνες δ’ ἦσαν οἱ σκοποί; µέγα τὸ νοσήµα, ῥώµη τῆς δυνάµεως ὑπεξῃρηµένης τῆς ἡλικίας παιδικῆς καὶ τοῦ περιέχοντος ἡµᾶς ἀέρος ἱκανῶς θερµοῦ. ἐπεὶ δὲ προκαταλύεται τοῦ χρόνου προϊόντος ἡ δύναµις ἐν τοῖς πλείστοις νοσήµασι, διὰ τοῦθ’ ὁ τῆς φλεβοτοµίας καιρὸς ἀναιρεῖται τὸ πλῆθος τῶν ἡµερῶν,

1 ... 117 118 119 120 121 122 123 124 125 ... 182
Перейти на страницу: