Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 113 114 115 116 117 118 119 120 121 ... 182
Перейти на страницу:
τὰ παιδία καὶ τοὺς γέροντας εἰς διορισµὸν παρέλαβεν. οἱ πρῶτοι δ’ εἰσὶ καὶ κυριώτατοι σκοποὶ τῆς φλεβοτοµίας µέγεθος νοσήµατος καὶ ῥώµη τοῦ κάµνοντος, καὶ ταύτην χρὴ πρώτην λέγειν εἶναι συνδροµὴν, οὐ τὴν πληθωρικὴν, ἐφ’ ᾗ τετήρηται φλεβοτοµία. περιέχεται γὰρ ἐν αὐτῇ κᾀκείνη τὸ µέγεθος αὐξάνουσα τοῦ νοσήµατος. οὐ µόνον γὰρ ὅταν ἤδη παρῇ τὸ µέγα νόσηµα, φλεβοτοµίας καιρὸς, ἀλλὰ κᾀπειδὰν ἐπίδοξον ἔσεσθαι. φθάνει γὰρ ἡ παίδευσις ἣν ῾Ιπποκράτης εἶπε διδάσκων ἡµᾶς, ὅσα παρόντων ἤδη τῶν νοσηµάτων ὀρθῶς ἂν πράξαιµεν, ἄµεινον εἶναι ταῦτα κατὰ τὰς ἀρχὰς αὐτῶν ἢ µελλόντων ἄρχεσθαι φθάνειν ποιοῦντας. ὥστε τοὺς εἰρηµένους σκοποὺς ἐπὶ τοὺς ὑγιαίνοντας ἔστι µεταφέρεσθαι. καὶ γὰρ καὶ τούτους φλεβοτοµήσεις ἐπιδόξους γενοµένους ἁλώσεσθαι µεγάλῳ νοσήµατι, πρός τε τὴν ἡλικίαν ἀποβλέπων καὶ τὴν ῥώµην. εἰ γὰρ ἐπιτήδειός τις ἐν νοσήµατι γενέσθαι µεγάλῳ, κᾂν µηδὲν µηδέπω κατὰ τὸ σῶµα παρῇ σύµπτωµα, φλεβοτοµεῖν ἀξιοῦµεν. ἀρκεῖ γὰρ τὴν ἡλικίαν ἐπισκέψασθαι µετὰ τῆς δυνάµεως, ὥστε τρία τὰ συνέχοντα τὴν διάγνωσιν εἶναι, µέγεθος νοσήµατος, ἤτοι παρὸν ἢ προσδοκώµενον, καὶ ἡλικίαν ἀκµάζοντος καὶ ῥώµην δυνάµεως. ἴσως δὲ µόνον ἀµελέστερον ἑρµηνεύεσθαι δόξει τὸ τῆς ἡλικίας ἐν τοῖς προκειµένοις, ἐν τῷ περὶ διαίτης ὀξέων. οὐ γὰρ τὴν τῶν ἀκµαζόντων εἰρῆσθαι µόνον ὀρθῶς ἔχει, ἀλλὰ καὶ τὴν πρὸ αὐτῆς καὶ µετ’ αὐτὴν, ὡς δύο µόνας ἐξαιρεῖσθαι τοῦ διορισµοῦ, τήν τε τῶν παίδων καὶ τὴν τῶν γερόντων. ἀλλ’ ἡ µὲν τῶν γερόντων ἐν τῷ τῆς δυνάµεως λόγῳ περιέχεσθαι δύναται. ῥώµη γὰρ οὐδενὶ τῶν κατ’ αὐτὴν τὴν ἡλικίαν ἐστίν. ἐνίοις δὲ τῶν ἰατρῶν οὐδὲ τοῖς παισὶν ἔδοξεν ὑπάρχειν ῥώµην κακῶς ἐγνωκόσιν, ὡς ἐν ἑτέροις ἐπιδέδεικταί µοι. φλεβοτοµήσοµεν οὖν, εἰ µέγα τὸ νόσηµα προσδοκοίηµεν εἶναι, ἢ παρὸν ἤδη θεωροίηµεν ἢ ἀρχόµενον, ἐπισκεψάµενοι τὴν ῥώµην τῆς δυνάµεως, ἐξελοῦντες τοῦ λόγου µόνα τὰ παιδία, καὶ φήσοµεν ἐλλειπέστερον εἰρῆσθαι τὴν ἀπὸ τῆς ἡλικίας διάγνωσιν ὑπὸ τοῦ γράψαντος τὰ προκείµενα τῷ περὶ διαίτης ὀξέων. ἀρκοῦσι γὰρ οὗτοι µόνοι σκοποὶ πρὸς φλεβοτοµίαν. οὐδὲ γὰρ ὁπότε πλῆθος ὠµῶν χυµῶν ἤθροισται τοιοῦτον, ὡς κελεύεσθαι φλεβοτοµεῖν, ὁ λόγος ἐλέγχεται. ῥώµη γὰρ τούτοις δυνάµεως οὐ πάρεστι. καὶ αὐτό γε τοῦτ’ ἐστὶ γνώρισµα τοῦ µὴ δύνασθαι φλεβοτοµίαν ἐνεγκεῖν αὐτοὺς, ὅταν ἅµα τῷ χρώµατι τοῦ παντὸς σώµατος ἐµπεπτωκότι τοῦ δηλοῦντος αἷµα πλεονάζειν, ὁ σφυγµὸς ἀνώµαλος ᾖ κατὰ σφοδρότητα καὶ µέγεθος ἐπικρατούντων κατὰ τὴν ἀνωµαλίαν αὐτοῦ τῶν ἀµυδρῶν τε καὶ µικρῶν. ὡρισµένων οὖν τριῶν σκοπῶν φλεβοτοµίας, µεγέθους νοσήµατος, ἤτοι παρόντος ἢ προσδοκωµένου ἢ ἀρχοµένου, ἡλικίας ἀκµάζοντος, ῥώµης δυνάµεως ἔξω τῆς τῶν παίδων ἡλικίας, ἐπὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρηµένα γνωρίσµατα φλεβοτοµίας, ἃ προσέθηκαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀφίξοµεν, συνενδεικνύµενοι τὸ ποσὸν τῆς ἀφαιρέσεως, οὐκ αὐτὴν τὴν φλεβοτοµίαν, ὥστε ἐκ µὲν τοῦ νοσήµατος καὶ τῆς ἡλικίας καὶ τῆς δυνάµεως ὅτι φλεβοτοµητέον γνωρίζεσθαι, τὸ ποσὸν δὲ τῆς κενώσεως οὐκ ἐκ τούτων µόνων, ἀλλὰ καὶ τῶν ἄλλων λαµβάνεσθαι. ταῦτα δέ ἐστιν ἥ τε πληθωρικὴ καλουµένη συνδροµὴ καὶ ἡ τοῦ περιέχοντος ἡµᾶς ἀέρος κρᾶσις, εἰς ὥραν καὶ χώραν τεµνοµένη καὶ τὰ κατὰ τὸν προηγούµενον βίον γεγονότα περί τε ποιότητα καὶ ποσότητα τῶν ἐδηδεσµένων, ἐκκρίσεις τε καὶ κινήσεις ἤτοι γεγονυίας ἢ µή. περὶ µὲν οὖν τῆς ἐν τούτοις διαφορᾶς ὀλίγον ὕστερον ὀψόµεθα.

10. Περὶ δὲ τῶν ἑκατέρου τοῦ πλήθους γνωρισµάτων ἐν τῷ παρόντι σκεψόµεθα, πότερον ἐπὶ φλεβοτοµίαν ἀφιξόµεθα πάντως ὅταν φαίνηται ταῦτα περί τινα τῶν ἔτι τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν µηδεµία προσδοκία µεγάλου νοσήµατος. ἥντινα τοίνυν ἔχωµεν γνώµην καὶ περὶ τούτου ἴστε πολλάκις αὐτοὶ παραγεγονότες µοι συµβουλεύοντι, ἤτοι ποδαγρικοῖς ἢ ἀθριτικοῖς ἢ ἐπιληπτικοῖς ἢ µελαγχολικοῖς, ἢ αἷµα πρόσθεν ἐπτυκόσιν, ἢ κατὰ θώρακα πρὸς τοιοῦτον πάθηµα κατασκευὴν ἐπιτηδείων ἔχουσιν, ἢ σκοτοµατικοῖς, ἢ συνεχῶς ἁλισκοµένοις συνάγχῃ ἢ περιπνευµονίᾳ, ἢ πλευρίτισιν, ἢ ἡπατίτισιν, ἢ ὀφθαλµίαις σφοδραῖς, ἢ καθόλου φάναι µεγάλῳ νοσήµατι. φλεβοτοµίαν γὰρ ἐπὶ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον εἶναι φηµὶ βοήθηµα παραχρῆµα προσαγόµενον, ἐπιδιωρισµένῃ τῇ δυνάµει τε καὶ ἡλικίᾳ. ταῦτα εἰ µὴ λεχθείη ποτὲ, προσυπακούεσθαι χρή. τοῖς δὲ µηδὲν τοιοῦτον πεπονθόσιν ἔµπροσθεν ἁπάντων τε τῶν µορίων τοῦ σώµατος ἄµεµπτον ἔχουσι κατασκευὴν, ἴστε δήπου διττὴν ὁδὸν τῆς κενώσεως ὑποτιθέµενόν µε, διὰ φλεβοτοµίας µὲν εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς. ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ ταῖς ἄλλαις κινήσεσι, ἔτι χρίσµασι διαφορητικοῖς, ταχέως ἐκκενῶσαι τὸ πλῆθος, εἰ µὴ ἄρα σοι δόξει ποτὲ παχέος αἵµατος εἶναι πλεο-νεξίαν. τοιοῦτον δέ ἐστι µάλιστα τὸ µελαγχολικὸν ὡς τὰ πολλά. σπανίως δέ που καὶ τὸ τῶν ὠµῶν καλουµένων χυµῶν. ἀλλ’ ἐπὶ µὲν τῆς µελαγχολικῆς καλουµένης περιουσίας φλεβοτοµεῖν ἄµεινον, ἢ πάντως γε φαρµάκῳ χρῆσθαι µελάνων καθαρτικῷ, τῶν δ’ ὠµῶν χυµῶν ἐπικρατούντων, πρὶν µὲν ἄρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκενώσεις, ἤδη δὲ πυρεττόντων, ὡς ἔµπροσθεν εἶπον, οὐδ’ ὅλως. ἕξεις δὲ αὐτῶν γνώρισµα τό τε τῆς χροιᾶς µολιβδῶδες ἢ ὀχρώλευκον ἅπαντά τε µᾶλλον ἢ ἐρυθρὸν, καὶ τὴν τῶν σφυγµῶν ἀνωµαλίαν. εἰ δὲ ἱκανῶς ηὐξηµένον εἴη τὸ τοιοῦτον πλῆθος, καὶ τὸ βάρος τοῦ σώµατος αὐτοῖς σύνεστι καὶ πρὸς τὰς κινήσεις ὄκνος καὶ γνώµης νωθρότης καὶ αἰσθήσεων ἀµαυρότης. ἔµπαλιν δὲ τούτοις τοὺς ἐξ ἐπισχέσεως αἱµοῤῥοΐδων ἠθροικότας αἷµα φλεβοτοµήσεις θαῤῥῶν, κᾂν µὴ πρότερον ὦσι πεπειραµένοι µεγάλου νοσήµατος. ἐνδέχεται µὲν γὰρ αὐτοὺς ἐπιτηδείους µὲν εἶναι πρός τι τῶν τοιούτων, οὐδέπω δὲ πεπονθέναι διὰ τὴν ὑπὸ τῶν αἱµοῤῥοΐδων κένωσιν. ἐὰν δὲ καὶ φαίνωνται τινὰ µόρια κατεσκευασµένοι µοχθηρῶς, καὶ µάλιστα τὸ κατὰ θώρακα, πάντως αὐτοὺς φλεβοτοµήσεις ἐν τάχει.

11. Τὴν αὐτὴν δὲ γνώµην ἴστε µε καὶ περὶ γυναικῶν ἔχοντα τῶν ἐπεσχηµένων τὴν ἔµµηνον κάθαρσιν. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τούτων ἀναβάλλεσθαι χρὴ τὴν κένωσιν. οὐ µὴν ἀναγκαῖόν γε σχάσαι τὴν φλέβα. καὶ γὰρ αἱ τῶν σφυρῶν ἀποχαράξεις ἱκαναὶ κενῶσαι τὸ περιττὸν, ἔχουσαί τι καὶ ἄλλο προτρεπτικὸν εἰς τὴν τῶν ἐµµήνων κίνησιν, ὥσπερ γε καὶ αἱ κατὰ τὰ σφυρὰ καὶ τὰς ἰγνύας φλεβοτοµίαι. τὰς γὰρ ἐξ ἐπισχέσεως καταµηνίων ἀπὸ τῶν σκελῶν πάντως κενώσεις, εἴτε φλέβα χρὴ τέµνειν, εἴτ’ ἀποσχάζειν. ἀντισπᾶν γὰρ εἴωθεν ἡ ἐξ ἀγκῶνος φλεβοτοµία τὰς τῶν γυναικῶν καθάρσεις, ἀθροίζουσι δὲ καὶ τούτων αὐτῶν ὅσαι µὲν λευκότεραι λεπτότερον αἷµα, καὶ διὰ τοῦτο ταῖς ἀπὸ τῶν σφυρῶν ἀµυχαῖς ὀνίνανται µάλιστα. τὰς µελαντέρας δὲ φλέβας τέµνων θεράπευε. παχύτερον γὰρ ἀθροίζουσιν αἷµα καὶ µελαγχολικώτερον, ἔτι δὲ µᾶλλον ἂν µεγάλας ἔχειν φαίνωνται τὰς φλέβας. ὑπάρχει δὲ τοῦτο ἰσχνοτέραις τε καὶ µελαντέραις. εὐσάρκοις δὲ καὶ λευκαῖς σµικρότης τῶν φλεβῶν, ἐφ’ ὧν ἀποσχάζειν ἄµεινον τὰ σφυρὰ τοῦ τέµνειν τὴν φλέβα. καὶ γὰρ καὶ µικρὰς αὗται τὰς ἐν τοῖς σκέλεσι φλέβας ἔχουσιν, ὥστε οὐδὲ ῥεῖ τὸ σύµµετρον, εἰ καὶ καλῶς τµηθείη. οὐ χρὴ

1 ... 113 114 115 116 117 118 119 120 121 ... 182
Перейти на страницу: