Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 116 117 118 119 120 121 122 123 124 ... 182
Перейти на страницу:
προειρηµένων σκοπῶν χρὴ ποιεῖσθαι. καὶ µέν γε κᾀπὶ τῶν πλευριτικῶν ἡ κατ’ εὐθὺ τοῦ πάσχοντος πλευροῦ φλεβοτοµία τὴν ὠφέλειαν ἐναργεστάτην ἐπεδείξατο πολλάκις, ἡ δὲ ἐκ τῆς ἀντικειµένης χειρὸς ἢ πάντως ἀµυδρὰν ἢ µετὰ χρόνον. ὀδύνας τε πολλάκις ὀφθαλµὸν ἰσχυροτάτας ἐντὸς ὥρας µιᾶς ἔπαυσεν ἡ κατ’ εὐθὺ φλεβοτοµία, τῆς ὠµιαίας καλουµένης φλεβὸς τεµνοµένης. πειρᾶσθαι δ’ ἐπὶ πάντων παθῶν ἄµεινον ἦν ἐπὶ ταῖς φλεβοτοµίαις µετρίαις γινοµέναις τὴν καλουµένην ἐπαφαίρεσιν ποιεῖσθαι, ποτὲ µὲν ἐπὶ µιᾶς ἡµέρας, ὅταν οὕτω πράττειν ἐγχωρῇ, ποτὲ δὲ καὶ κατὰ τὴν ὑστεραίαν, πλὴν εἴποτε, ὡς ἔµπροσθεν εἴρηται, µέχρι λειποθυµίας ἄγειν τὴν κένωσιν ἐπιχειροῖµεν. ἐπὶ µὲν οὖν τῶν ὀφθαλµῶν ἥ τ’ ὠµιαία καλουµένη φλὲψ ἥ τ’ ἐπ’ αὐτῆς κατασχιζοµένη κατ’ ἀγκῶνα τµηθεῖσα φανερὰν ἐν τάχει τὴν ὠφέλειαν ἐπιφέρουσιν. ἐπὶ δὲ πλευρᾶς πεπονθυίας, ἢ πνεύµονος, ἢ διαφράγµατος, ἢ σπληνὸς, ἢ ἥπατός τε καὶ γαστρὸς, ἢ διὰ µασχάλης ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀφικνουµένη. τέµνειν δὲ καὶ ταύτην, µάλιστα µὲν αὐτὴν τὴν ἔνδον· εἰ δὲ µὴ, τὴν ἀπ’ αὐτῆς ἀποσχιζοµένην εἰς τὴν καµπὴν τῆς διαρθρώσεως. ἴστε δή που µικρὸν ἔµπροσθεν ἀπὸ τῆς ὠµιαίας φλεβὸς ἀποσχίζεσθαι τὴν προειρηµένην συνάπτουσαν αὐτήν. τρεῖς γὰρ οὗτοι τρόποι τῆς κατ’ ἀγκῶνα φλεβοτοµίας εἰσὶν, ὅ τ’ ἔνδον καὶ ὁ ἐκτὸς καὶ ὁ µέσος. ὁ µὲν οὖν ἔνδον ἐπὶ τῶν τὰ κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιµος, ὁ δὲ ἐκτὸς ἐπὶ τῶν ὑπὲρ τούτων ἢ προσώπου ἢ κεφαλῆς. ὁ µέσος δὲ τόπος ἐνίοτε µὲν ἀµφοτέρας ἔχει τὰς ἀπεσχισµένας φλέβας, εἰς τὸ πρόσω τῆς χειρὸς ἐκτεινοµένας, εἶτ’ ἐνταῦθα συναπτοµένας, ἐνίοτε δὲ διὰ ταχέων εἰς ταυτὸν ἀλλήλαις ἰούσας κατὰ τὴν καµπὴν τῆς διαρθρώσεως, ἔστι δ’ ὅτε σαφῆ µὲν τὴν ἑτέραν αὐτῶν, ἀσαφῆ δὲ τὴν ἑτέραν. ὅταν οὖν ἀσαφεστέρας οὔσης τῆς οἰκείας τῷ πάσχοντι µορίῳ φλεβὸς, ἐπί τινα τῶν µέσων ἥκῃς, πειρῶ τὴν ἀποσχιζοµένην τῆς οἰκείας τέµνειν µᾶλλον. ἔστι δ’ ὅτε καὶ τὰς κατωτέρας τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, ὅσαι κατὰ τὸν πῆχύν εἰσι, διαιρεῖν οὐδὲν κωλύει µὴ φαινοµένων τῶν κατ’ ἀγκῶνα. καὶ τούτων αὐτῶν τὰς κατ’ εὐθὺ τοῖς πεπονθόσιν, οὕτω δ’ ἐναργῆ διὰ ταχέων ἐνίοτε τὴν ὠφέλειαν αἱ κατ’ εὐθὺ τῶν πασχόντων µορίων φλεβοτοµίαι φέρουσιν, ὥστε καὶ τοὺς πάσχοντας αὐτοὺς καὶ τοὺς οἰκείους αὐτῶν ἐκπλήττεσθαι πολλάκις.

17. ᾿Εγὼ γοῦν οἶδα ποτε παρακληθεὶς ὑπό τινος οἰκοῦντος ἐν προαστείῳ τῆς ῾Ρωµαίων πόλεως ἀνδρὸς πλουσίου, θεάσασθαι τινὰ τῶν διοικούντων αὐτοῦ τὰ πράγµατα, κινδυνεύοντα τυφλωθῆναι, τοῦτο γὰρ ἐκεῖνος ἔλεγεν, ὀδυνώµενόν τε µεγάλως καὶ τοῦτο πάσχοντος σχεδὸν ἡµερῶν κ′. ἦν δ’ ὁ τῆς οἰκίας τοῦ πλουσίου προϊστάµενος ἰατρὸς ᾿Ερασιστράτειος. ἔργον πεποιηµένος ἀπέχεσθαι φλεβοτοµίας ἀεί. θεασάµενος οὖν ἐγὼ τὸν πάσχοντα, νεανίσκον ὄντα πολύαιµον, ἀνελκώτους µὲν ἔτι τοὺς ὀφθαλµοὺς ἔχοντα, φλεγµονὴν δὲ µεγίστην ἔχοντα καὶ ῥεῦµα καὶ δασύτητα ἐν ἀµφοτέροις τοῖς βλεφάροις, ἐν θατέρῳ καὶ τραχύτητας ἤδη τινὰς, ὑφ’ ὧν ἐπισκοτούµενος ἔτι καὶ µᾶλλον ὠδυνᾶτό τε καὶ παρωξύνετο τὴν φλεγµονὴν καὶ τὸ ῥεῦµα. ταῦτα θεασάµενος ἐγὼ καὶ γνοὺς ἅπασαν ἣν ἐποιεῖτο τῆς θεραπείας ἀγωγὴν ὁ ἰατρὸς, αὐτὸν µὲν οὐκ ἔφη δύνασθαι συνεχῶς εἰς τὸ προαστεῖον ἰέναι, χρῄζειν δὲ τὸν ἄνθρωπον ἄχρι τῶν τριῶν ἡµερῶν τοὐλάχιστον οὐκ ἐκ µακρῶν διαλειµµάτων ὑπ’ ἐµοῦ θεωρεῖσθαι. δὸς οὖν αὐτὸν, εἶπον, τὰς τρεῖς ταύτας ἡµέρας ἐµοί. καὶ µὴν, ἔφη, παρακαλῶ τοῦτο καὶ χάριν εἴσοµαι καὶ ἤδη πρὸς τὴν σὴν οἰκίαν ἄπαγε τὸν ἄνθρωπον, ἧκέ τέ που ὥρας ε′ καὶ ἀφῃρέθην τὴν πρώτην ἀφαίρεσιν εὐθέως αἵµατος λίτρας γ′, εἶτα ἄλλην µίαν ὥρας θ′. ἐν αἷς ἀνακαλύψας µεγάλως ὑπηλείφθη κατὰ τὴν ὑστεραίαν ἑνὶ τῶν ἁπαλῶν κολλυρίων µιχθέντος αὐτοῦ τοῦ δι’ οἴνου, καθάπερ εἰώθαµεν ἐπὶ τῶν τοιούτων πράττειν, καθ’ ὑπερβολὴν τῆς µίλης τοῦ πυρῆνος ὑπὸ τὰ βλέφαρα τῆς ὑπαλείψεως γιγνοµένης. ἐπράχθη δὲ τοῦτο πρῶτον µὲν ἕωθεν, εἶτα τετάρτης ὥρας, εἶτα θ′. ἐφ’ αἷς ὑπαλείψεσιν ἐλούσατο περὶ δυσµὰς ἡλίου, κἄπειτα κατὰ τὴν ὑστεραίαν ἐκστραφέντων τῶν βλεφάρων, ὑπηλείψατο δὶς ἐπιµιχθέντος τῷ ἁπαλῷ κολλυρίῳ πολὺ πλείονος τοῦ δι’ οἴνου, καὶ µετὰ ταῦτα εἰς ἑσπέραν ἐλούσατο. κατὰ δὲ τὴν ἑξῆς ἡµέραν ἕωθεν ἀπαντήσας τῷ πλουσίῳ κατά τι χωρίον ἔνθα τῶν ὀχηµάτων ἀποβαίνειν εἰσὶν εἰθισµένοι, προσηγόρευσεν αὐτῷ, ἀνεωγόσι τε καὶ ἀφλεγµάντοις καὶ ἀρευµατίστοις τοῖς ὀφθαλµοῖς, ὁ πρὸ δύο ἡµερῶν οὐδὲ διανοῖξαι τὰ βλέφαρα δυνάµενος ὑπὸ τοῦ ῥεύµατός τε καὶ τῆς ὀδύνης. ἔδοξεν οὖν τὸ πρᾶγµα µαγείᾳ τινὶ γεγονέναι παραπλήσιον, ὥστε ἐκεῖνόν τε αὐτὸν ἀνακραγεῖν θαυµάζοντά τε τὸ τάχος τῆς θεραπείας, ἅπαντάς τε τοὺς µετ’ αὐτοῦ παραπλησίως βοᾷν, οὐχ ἡµῶν µέγα τι ποιησάντων, ἀλλ’ ἐκ τῆς πρὸς τὸν οἰκεῖον ἰατρὸν αὐτοῦ παραβολῆς µέγιστα κακὰ ὁρῶντα διὰ τὸ τῆς φλεβοτοµίας δέος. ἔχρῃζε µὲν γὰρ ὁ κάµνων ἀποσµηχθῆναι τὰς ἐκ τῶν βλεφάρων δασύτητάς τε καὶ τραχύτητας, ἀδύνατον δ’ ἦν τοῦτο γενέσθαι χωρὶς φαρµάκου δάκνοντος. οὐδὲν δ’ ἐδύνατο φέρειν τοιοῦτον ἄνευ τοῦ προκενωθῆναι. λέλεκται γὰρ ἤδη καὶ δέδεικται πολλάκις ἡµῖν ὡς ἅπαντα τὰ δριµέα φάρµακα προσφερόµενα µορίοις τισὶν, ἐὰν µὴ κενὸν ᾖ τὸ σῶµα πᾶν καὶ ἀκριβῶς ἀπέριττον, ἐπισπᾶται ῥεῦµα καὶ φλεγµονὴν ἐργάζεται. τότε δ’ ὁ πλούσιος ἐπυνθάνετο τίς ἡ οὖν µαγεία τῆς θεραπείας ἐγίνετο, καὶ πάντ’ ἀκούσας τὰ πραχθέντα, ἀπ’ ἐκείνου τὸν ᾿Ερασιστράτειον ἰατρὸν αἱµοφόβον ὠνόµαζεν. αὕτη µὲν οὖν ἡ διήγησις ἀµφοῖν ἔνδειξιν ἔχει, τοῦ τε χρῆναι φλεβοτοµεῖν τὰς τοιαύτας διαθέσεις, ὅπερ οὐκ ἦν ἡµῖν προκείµενον ἐν τῷ παρόντι λόγῳ, τοῦ τε φλεβοτοµεῖν χρῆναι κατ’ εὐθὺ τῶν πασχόντων µορίων καὶ τὰς ὠµιαίας ἐντέµνειν φλέβας ἐπὶ τῶν ἀνωτέρων µερῶν τοῦ θώρακος πασχόντων.

18. ῞Ωσπερ δὲ τὰ προειρηµένα πάντα µόρια ταῖς κατ’ ἀγκῶνα φλεβοτοµίαις, ὡς εἴρηται, γιγνοµέναις ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κατωτέρω τούτων ἐστὶ ταῖς ἐπ’ ἰγνύων τε καὶ σφυρῶν. ἔστι δὲ τῶν προειρηµένων κατωτέρω τὰ κατ’ ἰσχίον τε καὶ κύστιν καὶ µήτραν. νεφροὶ δὲ ἐπαµφοτερίζουσι κάτω µὲν ὄντες ἤδη τῶν πρότερον εἰρηµένων, ἄνω δὲ τῶν δεύτερον, διὸ καὶ ταῖς ἐπ’ ἀγκῶνος ἐνίοτε φλεβοτοµίας ὑπακούουσιν, ὅταν ἥ τε φλεγµονὴ πρόσφατος εἴη καὶ πλῆθος αἵµατος. ἐφ’ ὧν δ’ ἡ διάθεσίς ἐστιν ἣν ἰδίως καλοῦσι νεφρῖτιν, τὴν κατ’ ἰγνύαν ἐπὶ τούτου χρὴ τέµνειν, ἢ πάντως γε τὰς κατὰ σφυρὰ φλέβας. αἱ δὲ τῆς µήτρας φλεγµοναὶ µᾶλλον ἔτι νεφρῶν ὑπὸ τῶν ἐν τοῖς σκέλεσι φλεβῶν τεµνοµένων ὠφελοῦνται. ταῖς γὰρ ἐπ’ ἀγκῶνος κενώσεσι καὶ ἄλλο τι πρόσεστι µοχθηρόν. ἐπέχουσι γὰρ ἐµµήνους καθάρσεις, ἀντισπῶσαι τὸ αἷµα πρὸς τὰ τοῦ σώµατος ὑψηλότερα. ταῖς δ’ ἀπὸ τῶν σκελῶν οὐ µόνον ἀντισπάσαι, ἀλλὰ καὶ προτρέπειν ὑπάρχει τὰ καταµήνια. καὶ ὅταν γε τοῦτο πρᾶξαι βουληθῇς κατὰ τὸν καιρὸν τῆς εἰωθυίας τῇ γυναικὶ περιόδου, προλαβὼν ἡµέρας ὡσεὶ γ′, ἢ δ′, ἤτοι φλέβα τεµὼν ἢ ἀποσχάσας τὰ σφυρὰ τοῦ

1 ... 116 117 118 119 120 121 122 123 124 ... 182
Перейти на страницу: