Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 4 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 71 72 73 74 75 76 77 78 79 ... 128
Перейти на страницу:
ὅτι µηδὲ πνεύµων ἐστὶ τοῖς ζῴοις ἐκείνοις.

8.1.39. διὰ τί δὲ γεννᾶταί τε καὶ συναπόλλυται πνεύµονι τῆς καρδίας ἡ δεξιὰ κοιλία, δέδεικταί µοι κατὰ τὴν περὶ χρείας µορίων πραγµατείαν.

8.1.40. ᾿Eκ περιουσίας µέν, ὡς ἔφην, οὐ σµικρὰ τῷ δόγµατι πίστις ἐστὶ καὶ ἐκ τοῦ νῦν εἰρηµένου λόγου· προσέρχεται δὲ καὶ ἄλλη τις ὁµοία τῇδε τὴν εὐθύτητα τῆς κοίλης ἡµῶν ἐπισκεπτοµένων.

8.1.41. ὁρᾶται γὰρ ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος ἄχρι τῶν σφαγῶν ἅπαν µὲν αὐτῆς τὸ δεξιὸν µέρος εὐθείᾳ µιᾷ ἄκλαστον φυλάττον αὐτήν, ἐκ δὲ τῶν ἀριστερῶν ἀπόφυσις εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας γιγνοµένη, ἥντινα φλέβα νοµίζουσιν ἔνιοι τὸ πρέµνον, ὡς ἂν εἴποι τις, εἶναι τῶν καθ’ ὅλον τὸ σῶµα φλεβῶν.

8.1.42. εἰ δέ περ ἦν ἀληθὲς τοῦτο, πάντως ἂν ἐσχίζετο καὶ αὕτη µετὰ τὴν ἔκφυσιν ὡσαύτως τῇ µεγάλῃ ἀρτηρίᾳ ἣν ὁµο-λογουµένως ἁπασῶν τῶν καθ’ ὅλον τὸ ζῷον ἀρτηριῶν ἀρχὴν οὖσαν ἰδεῖν ἔστι µετὰ τὸ πρῶτον ἐκφῦναι τῆς καρδίας δίχα σχιζοµένην, ὅπως τῶν µερῶν αὐτῆς τὸ µὲν ἕτερον ἄνω, τὸ δὲ ἕτερον ἐνεχθείη κάτω τοῦ σώµατος.

8.1.43. ὥστε καὶ εἰ ἡ κοίλη φλὲψ <ἐκ> τῆς καρδίας ἐφύετο, πάντως ἂν καὶ αὕτη παραπλησίως τῇ ἀρτηρίᾳ δίχα σχισθεῖσα τῷ µὲν ἑτέρῳ µέρει πρὸς τὰς σφαγὰς ἀνηνέχθη, τῷ δὲ ἑτέρῳ κατηνέχθη πρὸς τὸ ἧπαρ· οὗ µὴ φαινοµένου δῆλόν ἐστιν οὐδὲ ἐκ τῆς καρδίας αὐτὴν ἄρχεσθαι.

8.1.44. Aαὗται τέτταρες ἀποδείξεις εἰσὶν εἰρηµέναι κατὰ τὸ τῆς προκειµένης πραγµατείας ἕκτον γράµµα τοῖς εἰδόσι τί ποτ’ ἐστὶν ἀπόδειξις αὐτάρκης.

8.1.45. εἴρηται δὲ καὶ ἄλλα τινὰ κατὰ τὸ βιβλίον εἰς πίστιν τοῦ δόγµατος, οὐ µὴν ἐπιστηµονικήν γε τὴν ἀπόδειξιν ἔχοντα καθάπερ οἱ πρῶτοι δύο λόγοι. καὶ µέντοι καὶ ἀντιλογία τις εἴρηται πρὸς τοὺς ἑτέρως δοξάζοντας.

8.1.46. ὥστε, ὅσον ἐπ’ ἐµοί, διὰ βραχυτάτων ἂν ἤδη τὸ προκείµενον ἀποδέδεικτο καὶ χρὴ τοῦ µήκους τῶν λόγων οὐχ ἡµῖν ἐλέγχουσιν οὓς ἡµαρτηµένους ἔγραψαν ἐκεῖνοι λόγους ἀλλὰ τοῖς συνθεῖσιν αὐτοὺς µέµφεσθαι.

8.1.47. τριῶν οὖν βιβλίων λογικῶν περὶ παθῶν γεγραµµένων Χρυσίππῳ δυνάµενος ἀντειπεῖν <καὶ> ἃ πρὸς αὑτὸν διηνέχθη διελέγχων µηκύνειν οὐχ ὑπέµεινα τοῦτο πρᾶξαι καθάπερ οὐδ’ ὅσα Περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ἔγραψεν ἐν τέτταρσι βιβλίοις ὑπὲρ ὧν αὐτῷ καὶ ὁ Ποσειδώνιος µέµφεται.

8.1.48. ἀλλὰ καὶ περὶ τούτων ἐνδειξάµενος τοῖς ἀκούειν δυναµένοις ἐπιστηµονικῶν ἀποδείξεων ἀνεβαλόµην ἐπὶ σχολῆς αὖθις ἐπιδείξειν ὅσα καὶ πρὸς αὑτὸν ἐναντιολογούµενος ἔγραψε καὶ πρὸς τὴν τῶν ἐναργῶς φαινοµένων ἀλήθειαν. ἐκείνη µὲν οὖν ἡ πραγµατεία καθ’ ἑαυτὴν γέγραπται.

8.2.1. Νῦν δὲ ποθοῦσιν ἔχειν ἤδη πολλοῖς τῶν φίλων τὰ κατάλοιπα τῶν ῾Ιπποκράτους καὶ Πλάτωνος δογµάτων ἐνταῦθα τρέψοµαι ἀρχὴν ἀπὸ τῶν φυσικῶν στοιχείων ποιησάµενος.

8.2.2. ὀνοµάζεται µὲν οὖν στοιχεῖον ὅπερ ἂν ἐλάχιστον ᾖ µέρος ἐκείνου τοῦ πράγµατος οὗπερ ἂν ᾖ στοιχεῖον. ἐκ γὰρ τῆς τοῦ πρός τι κατηγορίας ἐστὶν ἡ στοιχεῖον φωνὴ καθάπερ καὶ <ἡ> [τοῦ] µέρο[υ]ς· τό τε γὰρ στοιχεῖον τινός ἐστι στοιχεῖον τό τε µέρος τινός ἐστι µέρος.

8.2.3. ὥσπερ οὖν τῆς φωνῆς ἡµῶν, ᾗ χρώµεθα διαλεγόµενοι πρὸς ἀλλήλους, τέτταρα καὶ εἴκοσί ἐστι στοιχεῖα, κατὰ τὸν αὐτὸν τρόπον ἁπάντων τῶν γεννητῶν καὶ φθαρτῶν σωµάτων ἐλάχιστα µόρια γῆ καὶ ἀήρ ἐστιν ὕδωρ τε καὶ πῦρ, ἐλαχίστου δὲ λεγοµένου τοῦ µηκέτι τοµὴν ἐγχωροῦντος.

8.2.4. ἡ µὲν γὰρ κατὰ τὸ µέγεθος τοµὴ τοιοῦτον οὐδὲν ἐλάχιστον ἔχει, µόνη δὲ ἡ κατ’ εἶδος ἵσταταί ποτε καθάπερ ἐπὶ τῆς φωνῆς.

8.2.5. οὔσης γάρ τινος συνθέτου τοιᾶσδε “µῆνιν ἄειδε, θεά, Πηληϊάδεω ᾿Αχιλῆος”, ὅλη µέν ἐστιν αὕτη, µέρη δὲ τὸ µῆνιν καὶ τὸ ἄειδε καὶ τὸ θεὰ καὶ τὸ Πηληϊάδεω καὶ τὸ ᾿Αχιλῆος. ἕκαστον δὲ τούτων πάλιν εἰς τὰς συλλαβὰς τέµνεται καὶ τῶν συλλαβῶν αὖθις ἑκάστη διαίρεσιν εἰς τὰ στοιχεῖα λαµβάνει.

8.2.6. τῆς γοῦν πρώτης συλλαβῆς τῆς µη συγκειµένης ἐκ δυοῖν στοιχείων οὐδέτερον αὐτῶν εἰς ἄλλας ἑαυτοῦ φωνὰς ἐλάττους δύναται τµηθῆναι καὶ διὰ τοῦτο τὴν µη φωνὴν ἐλαχίστην τε καὶ ἄτµητον εἶναί φαµεν, ὡς καὶ τὸν Δίωνα καλεῖν ἔθος ἐστὶ τοῖς φιλοσόφοις ἄτοµον οὐσίαν.

8.2.7. οὕτως δὲ καὶ λόγον βραχύτατον εἴρηκεν ὁ Πλάτων τὸν συγκείµενον ἐξ ὀνόµατος καὶ ῥήµατος, ὡς λόγον δηλονότι καλῶν βραχύτατον αὐτόν. ἕκαστον γὰρ τῶν κατ’ εἶδος λεγοµένων τε καὶ νοουµένων, ὅταν µηκέτι χωρῇ τοµὴν εἰς εἴδη πλείω, τοῖς τοιούτοις ὀνόµασι προσαγορεύοµεν, βραχύτατον, ἄτµητον, στοιχεῖον.

8.2.8. Περὶ µὲν οὖν τοῦ στοιχεῖον ὀνόµατος ὅλον ἔχεις γεγραµµένον βιβλίον ἐν τῇ τῶν ἰατρικῶν ὀνοµάτων πραγµατείᾳ. περὶ δὲ τῆς κατὰ µέγεθος τοµῆς τῶν σωµάτων ἐπιδέδεικται τοῖς γεωµετρικοῖς ἀνδράσιν ὡς οὐδέποτε στῆναι δυναµένης ἀλλ’ αἰεὶ τοῦ τεµνοµένου µικρότερον ἑαυτοῦ τὸ µέγεθος ἔχοντος.

8.2.9. ἀπολειποµέ νης δὲ µόνης τῆς κατ’ εἶδος τοµῆς ὡµολόγηται πάλιν αὖθις περὶ τῆς καθ’ ἕκαστον γένος τῶν ὄντων ἄτοµον εἶδος εἶναί τι τοιοῦτον ὁποῖόν ἐστιν ἐν τοῖς φυσικοῖς σώµασι στοιχεῖον, ἡ γῆ καὶ τὸ ὕδωρ ὅ τε ἀὴρ καὶ τὸ πῦρ.

8.2.10. ἀποδείξεις δὲ τούτων οὐ δέοµαι γράφειν ἐνταῦθα φθάσαντος γραφῆναι ὑποµνήµατος ἑτέρωθι Περὶ τῶν καθ’ ῾Ιπποκράτην στοιχείων ὃ σαφέστερον µὲν ἂν ἐγέγραπτο, καθάπερ καὶ ἄλλα πολλά, µὴ πρὸς µόνον ἀποβλέποντι τὸν λαµβάνοντά µου τὸ βιβλίον, ἀλλ’ ὡς καὶ τῶν ἀµαθεστέρων ἐκείνου µελλόν των ὁµιλήσειν αὐτῷ.

8.2.11. πολλῶν δ’ ἔχειν φθασάντων οὐκέτ’ ἔδοξέ µοι γράφειν ἄλλο τῷ εἶναι ὀλίγους τινὰς ἐν αὐτῷ λόγους µακροτέρας ἐξεργασίας δεοµένους, ὧν οὐχ ἥκιστα καὶ οὗτος αὐτὸς ὁ νῦν εἰρηµένος ὑπὲρ τῆς κατὰ τὸ στοιχεῖον ἐννοίας, ἐπὶ πλεῖστον µὲν ἐξειργασµένος, ὡς ἔφην, ἐν ἑνὶ βιβλίῳ, διὰ κεφαλαίων δὲ νῦν εἴρηται µὲν ὅσα που µᾶλλον ἂν εἴρητο κἀν τῷ Περὶ τῶν καθ’ ῾Ιπποκράτην στοιχείων εἴπερ αὐτῶν ὁ λαβὼν [τὸ στοιχεῖον] ἐδεῖτο.

8.2.12. Γεγραµµένου δὲ τῷ ῾Ιπποκράτει βιβλίου Περὶ φύσεως ἀνθρώπου, προστεθέντος δ’ αὐτῷ καὶ τοῦ Περὶ διαίτης µικροῦ βιβλιδίου καί τινος παρεντεθείσης ἀνατοµῆς φλεβῶν ἣν ὁ διασκευάσας δοκεῖ µοι προσθεῖναι τῷ Περὶ φύσεως ἀνθρώπου καὶ τῷ Περὶ διαίτης, ἐξήγησίς ἐστι τὸ ἡµέτερον γράµµα τὸ Περὶ τῶν καθ’ ῾Ιπποκράτην στοιχείων τοῦ γεγραµµένου Περὶ φύσιος ἀνθρώπου.

8.2.13. τὴν δὲ ἐξήγησιν οὐχ οὕτως ἔχει γεγονυῖαν ὡς εἰώθασιν οἱ τὰς ἐξηγήσεις γράφοντες ποιεῖσθαι καθ’ ἑκάστην λέξιν, ἀλλὰ τῶν συνεχόντων τὸ δόγµα µόνων ἅµα ταῖς οἰκείαις ἀπο-δείξεσιν ἃς εἴπερ ἐθέλεις µανθάνειν, ἐπ’ ἐκεῖνο µετάβηθι τὸ βιβλίον.

8.2.14. ἐγὼ δ’ οὐκ εἴωθα πολλάκις τὰ αὐτὰ γράφειν ἐν διαφόροις ὑποµνήµασιν ἀλλ’ ἐνταῦθα τὰς µόνου τοῦ Πλάτωνος παραγράψω ῥήσεις ἐν αἷς ἠκολούθησε τῷ ῾Ιπποκράτει τὰ σώµατα ἡµῶν ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος συγκεῖσθαι λέγων.

8.2.15. εἰρηµένου δ’ αὐτοῦ τούτου καὶ κατὰ τἆλλα βιβλία νῦν ἡµῖν ἀρκέσει τὴν ἐκ τοῦ Τιµαίου παραγράψαι ῥῆσιν ἔχουσαν ὧδε·

8.2.16. “τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συµπέπηγε

1 ... 71 72 73 74 75 76 77 78 79 ... 128
Перейти на страницу: