Шрифт:
Закладка:
6.3.6. ὡσαύτως δὲ καὶ τὸ µέρος εἰς ὅπερ ἂν ἐµβάλλουσαν φλέβα βρόχῳ διαλάβῃς ἢ καὶ παντάπασιν ἐκκόψῃς ἀτροφώτερόν τε καὶ ἀχρούστερον ἐν πλέονι χρόνῳ φαίνεται γιγνόµενον, οὐ µὴν ἔν γε τῷ παραυτίκα βλαπτόµενον οὐδέν, ὅτι ἄξιον λόγου.
6.3.7. Tοιαύτης γὰρ δυνάµεως ἀρχὴ τὸ ἧπαρ οἵα καὶ τοῖς φυτοῖς ὑπάρχει. καλείσθω γὰρ ἔν γε τῷ παρόντι δύναµις, ὕστερον ἐπιδειξόντων ἡµῶν ἀκριβέστερον ὡς πολλῶν ἐστι δυνάµεων ἀρχὴ τὸ ἧπαρ καὶ κάλλιον οὐσίαν ψυχῆς ὀνοµάζειν, οὐ δύναµιν, ἐν ἑκάστῳ τῶν τριῶν σπλάγχνων περιεχοµένην, ἐν ἐγκεφάλῳ µὲν λογιστικήν, ἐν καρδίᾳ δὲ θυµοειδῆ, κατὰ δὲ τὸ ἧπαρ ἐπιθυµητικὴν [ἢ φυτικὴν ἢ γεννητικήν·] ἢ ὡς οἱ περὶ τὸν ᾿Αριστοτέλην, θρεπτικὴν ἢ φυτικὴν ἢ γεννητικήν, ἀφ’ ἑνὸς ἑκάστου τοὔνοµα θέµενον, ἀπὸ µὲν τοῦ φύειν φυτικήν, ἀπὸ δὲ τοῦ τρέφειν θρεπτικήν, ἀπὸ δὲ τοῦ γεννᾶν γεννητικήν· ὁ Πλάτων δ’ ἀπὸ τοῦ πλήθους τῶν ἐπιθυµιῶν ἐπιθυµητικήν. οἱ δὲ Στωϊκοὶ οὐδὲ ψυχὴν ὅλως ὀνοµάζουσι τὴν τὰ φυτὰ διοικοῦσαν, ἀλλὰ φύσιν.
6.3.8. ᾿Oνοµαζέτω µὲν οὖν ἕκαστος ὡς ἂν ἐθέλῃ, περὶ δὲ τῶν ἐν αὐτοῖς τοῖς πράγµασι διαφορῶν ἀποδείξει πιστούσθω, καθάπερ ἡµεῖς ἐπὶ µὲν ἐγκεφάλου <καὶ> καρδίας ἔµπροσθεν ἐποιήσαµεν, ἐφ’ ἥπατος δὲ κατὰ τὸν ἐνεστῶτα λόγον ὁρµώµεθα διελθεῖν. ἀρξόµεθα δ’ ἀπὸ τῶν ἐναργεστέρων, ἵν’ ἅµα τε γυµνασθέντες ἐν τούτοις ῥᾷον ἐξεύρωµέν τι τῶν ἀµυδροτέρων ἅµα τε προτάσεων εὐπορήσωµεν εἰς αὐτά.
6.3.9. ἐναργέστερον δ’ ἐστὶν ἀπὸ τῶν φλεβῶν ἄρξασθαι καὶ ζητῆσαι πότερον καὶ τούτων ἐστὶν ἀρχὴ τὸ ἧπαρ, ὡς ἀρτηριῶν µὲν ἡ καρδία, τῶν νεύρων δ’ ὁ ἐγκέφαλος, ἢ καθάπερ ἔνιοι νοµίζουσιν, οὐ ταῖς ἀρτηρίαις µόναις, ἀλλὰ καὶ ταῖς φλεψὶν ἐπιπέµπει τὰς φυσικὰς δυνάµεις ἡ καρδία.
6.3.10. κάλλιστον οὖν εἰς τοῦτο περὶ τῆς κατὰ τὰ φυτὰ γεννήσεώς τε ἅµα καὶ διοικήσεως ἐπισκέψασθαι πρότερον· εἰκὸς γάρ που µόνην ἐκείνοις ὑπάρχουσαν τὴν ζητουµένην δύναµιν ἐναργέστερα τεκµήρια τοῦ µέρους ὅθεν ὁρµᾶται παρασχέσθαι.
6.3.11. Kαταβληθέντος εἰς τὴν γῆν σπέρµατος οὑτινοσοῦν, εἰ µὲν αὐχµώδης εἴη, πλέον οὐδὲν εἰς φυτοῦ γένεσιν αὐτὸ περιεργάσεται τὸ σπέρµα πᾶσαν αὐτοῦ τὴν ἔµφυτον ἰκµάδα πρὸς ἑαυτὴν τῆς γῆς ἑλκυσάσης· µετρίως δ’ ὑπαρχούσης ὑγρᾶς µαλακὸν γίνεται τὸ σπέρµα, διοιδίσκεται δὲ καὶ τὸ περιέχον αὐτὸ σύµφυτον σκέπασµα τὸ οἷον δέρµα καὶ ῥήγνυται µὲν πρῶτον ἀερωθείσης τῆς κατὰ τὸ σπέρµα νοτίδος, εἶθ’ ἑξῆς ἀποτείνεται κατὰ τὸ ῥαγὲν ἀποβλάστηµά τι λεπτὸν καὶ µαλακὸν εἰς ἄµφω τὰ µέρη, τό τ’ ἄνω τοῦ σπέρµατος ὡς πρὸς τὸν ἀέρα καὶ τὸ <κάτω> κατὰ βάθους τῆς γῆς.
6.3.12. καὶ ταῦτα συνεχῆ φαίνεται τὴν αὔξησιν ποιούµενα καὶ φερόµενα διὰ παντὸς εἰς ἅπερ ἀρχῆθεν ὥρµησε. καὶ τοῦ χρόνου προϊόντος εἰ[ς] τὸ σπέρµα δένδρου τινὸς εἴη µεγάλου σπέρµα, τὸ µὲν εἰς τὸν ἀέρα φερόµενον αὐτοῦ πρέµνον γίγνεται, τὸ δ’ εἰς τὸ βάθος τῆς γῆς ῥίζα, καὶ σχίζεταί γε πολλὰς σχίσεις ἑκάτερον, εἰ πολυσχιδοῦς εἴη δένδρου τὸ σπέρµα.
6.3.13. Μία µὲν οὖν ἀρχὴ τῆς γενέσεώς ἐστι καὶ τῆς αὐξήσεως ἅπασι τοῦ φυτοῦ τοῖς µέρεσιν ὁ τόπος ἐκεῖνος, ὅθεν ἄνω µὲν τὸ πρέµνον, ἡ δ’ ἀρχὴ τῆς ῥιζώσεως κάτω γίγνεται, καὶ φαίνεται καθάπερ ἔκ τινος ἑστίας ἡ διοικοῦσα τὸ δένδρον δύναµις ἐκεῖθεν ὁρµωµένη.
6.3.14. κινεῖται µὲν οὖν τὰς ἐναντίας κινήσεις, εἰς µὲν τὸ κάτω καὶ τὸ βάθος τῆς γῆς ἔν τε τῷ κατασχίζειν εἰς πολλὰ τὰς πρώτας ῥίζας αὐξάνειν τε τὰς ἐπιγιγνοµένας· εἰς δὲ τὸ ἄνω κλάδους µέν τινας ἀποφύουσα τοῦ στελέχους, ἐκείνου<ς> δ’ αὖθις εἰς ἑτέρους σχίζουσα µέχρι τῶν ἐσχάτων καὶ λεπτοτάτων βλαστῶν.
6.3.15. καὶ ἔοικέ γε τὸ µὲν ἄνω µέρος ἅπαν, ὅπερ ἐστὶ τὸ δένδρον, ἕνεκεν ἑαυτοῦ τε καὶ τῶν καρπῶν διαπλάττειν, τὸ κάτω δ’ ὑπὲρ τῆς κατὰ τὴν τροφὴν εὐπορίας. ὁποῖον γάρ τι τοῖς ζῴοις ἐστὶ τὸ στόµα, τοιοῦτον τοῖς φυτοῖς τὸ πέρας τῆς ῥιζώσεως ἀτεχνῶς φάναι δοκεῖ στοµατίων πολλῶν ἑλκόντων ἐκ τῆς γῆς τροφὴν ὑπὸ τῆς φύσεως δεδηµιουργηµένην.
6.3.16. ῎Aγε δή µοι τὴν εἰκόνα κἀπὶ τὰ ζῷα <µετένεγκε>. καὶ πρῶτον µὲν ἐπίσκεψαι τὴν µεγίστην ἀρτηρίαν, ἥτις ὥσπερ πρέµνον ἐκφύουσα τῆς καρδίας διασχίζεται, τῷ µὲν ἑτέρῳ µέρει τῷ µικροτέρῳ πρὸς τὴν κεφαλὴν ἀναφεροµένη, θατέρῳ δὲ τῷ µείζονι κατὰ τῆς ῥάχεως ἐκτεταµένη.
6.3.17. θέασαι δ’ ἑξῆς ἅπαντ’ αὐτῆς τὰ βλαστήµατα πάντοσε τοῦ σώµατος φερόµενα καθ’ ὃν ἐν τῷ πρώτῳ γράµµατι λέλεκται τρόπον, ἑτέραν δ’ ἀρτηρίαν ἐκ τῆς αὐτῆς κοιλίας τῆς καρδίας ἐκφεροµένην, τὴν εἰς τὸν πνεύµονα κατασχιζοµένην ἀνάλογον τῷ καθήκοντι µέρει τῆς ῥιζώσεως εἰς τὴν γῆν.
6.3.18. ὥσπερ γὰρ ἐκ τῆς γῆς τὰ φυτὰ διὰ τῶν ῥιζῶν ἅπασαν ἐπισπᾶται τὴν τροφήν, οὕτως ἐκ τοῦ πνεύµονος ἡ καρδία τὸν ἀέρα διὰ τῶν εἰρηµένων ἀρτηριῶν. αὗται δύο µὲν τῆς καρδίας ἐκπεφύκασιν ἀρτηρίαι µέγισται τῶν οἰκείων ἀποβλαστηµάτων ἑκάτερα<ι>.
6.3.19. καὶ καθάπερ ἐν τῷ φυτῷ τὸ µὲν ἐξέχον τῆς γῆς, τὸ πρέµνον, ἐστὶν ἁπάντων εὐρύτατον τῶν ἄλλων, τὸ δ’ εἰς τὰς ῥίζας σχιζόµενον ἁπάντων καὶ τοῦτ’ εὐρύτατον τῶν κάτω, τὸ µέσον δ’ ἀµφοῖν ἡ ἀρχὴ τοῦ φυτοῦ, κατὰ τὸν αὐτὸν τρόπον ἡ µὲν οἷον στέλεχος ἀρτηρία µεγίστη τῶν καθ’ ὅλον ἐστὶ τὸ ζῷον, ἡ δ’ εἰς τὸν πνεύµονα τὴν ἔµφυσιν ἔχουσα τῶν ἐν ἐκείνῳ πασῶν, αὐτὴ δὲ ἡ καρδία µέση τ’ ἀµφοτέρων ἐστὶ καὶ ἀρχὴ τῶν διοικουσῶν αὐτὰ<ς> δυνάµεων.
6.3.20. ἀνδρί τε περὶ φύσιν δεινῷ καὶ χωρὶς τῶν εἰρηµένων εὔδηλον ὡς τὰ µείζω τῶν ἐλαττόνων ἀρχαί, καθάπερ γε καὶ ἡ πηγὴ τῶν ὀχετῶν εἰς οὓς διανέµεται. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσιν ἀλογίας ὡς τῆς ἀρχῆς τὰ µετ’ αὐτὴν µείζω νοµίζειν, ἐξαπατώµενοι πρὸς τῶν ποταµῶν, οἳ µικροὶ παντάπασι πρὸς ταῖς πηγαῖς ὄντες αὐξάνονται προ[σ]ϊόντες, οὐκ ἐξ ἀνάγκης ἀεὶ τούτου γιγνοµένου.
6.3.21. τινὲς µὲν γὰρ αὐτῶν ἑτέρους ὑποδεχόµενοι ποταµοὺς εἰκότως αὐξάνονται, τινὲς δ’ ὀχετῶν ἀποσχιζοµένων σµικρύνονται. ποταµὸς δὲ οὐδεὶς ἐκ µιᾶς ὁρµώµενος πηγῆς ἐλάττονα τὴν κεφαλὴν ἔχει τῶν ἐφεξῆς· εἰ δὲ ἐκ πολλῶν ἀθροίζοιτο πηγῶν, εὔλογον δήπου τὸ<ν> ὅλον ἑκάστης αὐτῶν γενέσθαι µείζονα.
6.3.22. Kαὶ χωρὶς δὲ τοῦ παραδείγµατος, εἰ τὰ κατὰ τὸ σῶµα τῶν ζῴων ἀγγεῖα τὰ µικρότερα τῶν µειζόνων ἀρχὰς θησόµεθα, µαχεῖται πρὸς ἑαυτὸν ὁ λόγος ἐν ἅπαντι µορίῳ τοῦ σώµατος ἀναγκαζόµενος ὁµολογεῖν ἀρχὴν εἶναι τῶν τριῶν ὀργάνων, ἀρτηρίας καὶ νεύρου καὶ φλεβός, ὥστ’ εἰ οὕτως ἔτυχε, τὴν πτέρναν ἢ τὸν δάκτυλον ἀρχὴν εἶναι τῆς µεγίστης ἀρτηρίας καὶ τῆς κοίλης φλεβὸς καὶ τοῦ νωτιαίου· ταυτὶ γὰρ ὥσπερ τινὰ πρέµνα τὸ µὲν ἀρτηριῶν ἐστι, τὸ δὲ φλεβῶν, τὸ δὲ νεύρων.
6.3.23. ὥστ’ ἴσως ὁ τοῦτον τὸν λόγον εἰσηγούµενος οὐδὲ τὰ βλαστήµατα τῶν δένδρων οὐδὲ τὰ πέρατα τῶν ῥιζῶν αἰσχύνεται λέγειν ἀρχὰς τοῦ