Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 4 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 25 26 27 28 29 30 31 32 33 ... 128
Перейти на страницу:
τῆς φλεβὸς ἢ τὸ τῆς πιµελῆς, οὐδὲ ἀληθὲς εἰπεῖν ἐπὶ τῶν τοιούτων ν ὡς ἐκ τοσῶνδέ τινων εἰδῶν σύγκειται τὸ ὅλον· ἐν δὲ τοῖς ἀνοµοιοµερέσιν ἡ τῶν εἰδῶν διαφορὰ τὸν ἀριθµὸν ὁρίζει τοῖς µορίοις. τοιοῦτον δέ τι χρῆµα καὶ ἡµῶν τὴν ψυχὴν ὁ Πλάτων εἶναί φησιν ἐκ τριῶν µερῶν συγκειµένην.

6.2.4. εἰκάζει[ν] δ’ οὕτω τὸ µὲν ἐπιθυµητικὸν θηρίῳ ποικίλῳ τε καὶπολυκεφάλῳ, τὸ δὲ θυµοειδὲς λέοντι, τὸ δὲ λογιστικὸν ἀνθρώπῳ. αὕτη γὰρ ἡ εἰκὼν οἰκειοτέρα τῆς κατὰ τὸν Φαῖδρον, ἐν ᾗ τῶν εἰδῶν ἱπποµόρφω µέν τινε δύο φησὶν ὑπάρχειν, ἡνίοχον δὲ τρίτον. ἀλλὰ καὶ ἐν τῷ τῆς Πολιτείας ἐνάτῳ τῆς προτέρας εἰκόνος ἐµνηµόνευσεν, ὡς σαφέστερον ἐνδεικνύµενος ὁποῖον ἕκαστόν ἐστι τῶν εἰδῶν τῆς ψυχῆς.

6.2.5. ὁ µὲν οὖν Πλάτων καὶ τοῖς τόποις τοῦ σώµατος κεχωρίσθαι νοµίζων αὐτὰ καὶ ταῖς οὐσίαις πάµπολυ δια<λ>λάττειν εὐλόγως εἴδη τε καὶ µέρη προσαγορεύει· ὁ δ’ ᾿Αριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη µὲν ἢ µέρη ψυχῆς οὐκ ὀνοµάζουσιν, δυνάµεις δ’ εἶναί φασι µιᾶς οὐσίας ἐκ τῆς καρδίας ὁρµωµένης· ὁ δὲ Χρύσιππος ὥσπερ εἰς µίαν οὐσίαν, οὕτως καὶ εἰς δύναµιν µίαν ἄγει καὶ τὸν θυµὸν καὶ τὴν ἐπιθυµίαν.

6.2.6. ἀλλ’ ὅτι µὲν οὐκ ὀλίγον ἁµαρτάνει τῆς ἀληθείας ὁ ἀνὴρ οὗτος, αὐτάρκως ἡµῖν ἐπιδέδεικται· ὅτι δὲ οἱ περὶ τὸν ᾿Αριστοτέλην σφάλλονται µιᾶς οὐσίας τὰς τρεῖς δυνάµεις εἶναι νοµίζοντες, ἔν τε τοῖς ἔµπροσθεν ἱκανῶς ἐπιδέδεικται καὶ οὐδὲν ἧττον ὁ µετὰ τοῦτον λόγος ἀποδείξει.

6.2.7. Πρότερον δὲ ὅτι Πλάτων αὐτὸς εἴδη τε καὶ µέρη ψυχῆς ὀνοµάζει τό τε λογιστικὸν καὶ τὸ θυµικὸν καὶ τὸ ἐπιθυµητικόν, ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ πιστωσόµεθα. ἐν µὲν οὖν τῷ Τιµαίῳ περὶ τῆς ἐπιθυµητικῆς ψυχῆς, ἧς καὶ τὰ φυτὰ µετέχει<ν> φησί, διαλεγόµενος ὧδέ πως γράφει· “µετέχει γε µὴν τοῦτο ὃ νῦν λέγοµεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ µεταξὺ φρενῶν ὀµφαλοῦ τε ἱδρῦσθαι λόγος.”

6.2.8. αὖθις δ’ ἐν τῷδε τῷ βιβλίῳ περὶ τῆς λογιστικῆς ψυχῆς διαλεγόµενος ὧδέ πώς φησι· “τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ’ ἡµῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίµονα ὁ θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαµεν οἰκεῖν µὲν ἡµῶν ἐπ’ ἄκρῳ τῷ σώµατι, πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡµᾶς αἴρειν.”

6.2.9. συναµφότερα δ’ αὖ πάλιν ἐν ταὐτῷ βιβλίῳ, τὸ ἐπιθυµητικὸν καὶ τὸ θυµοειδές, <ἐν> τῇδε τῇ ῥήσει ψυχῆς εἶδος ὠνόµασεν· “ἄλλο τι εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόµουν τὸ θνητὸν τὸ δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήµατα ἔχον.”

6.2.10. ὁµοῦ δ’ αὖ πάλιν τὰ τρία µέρη τῆς ψυχῆς ἡµῶν εἴδη προσαγορεύει ψυχῆς ἐν ταὐτῷ βιβλίῳ τῷ Τιµαίῳ κατὰ τήνδε τὴν διήγησιν [ἔστι γάρ]· “καθάπερ εἴποµεν πολλάκις ὅτι τρία τῆς ψυχῆς ἐν ἡµῖν εἴδη κατῴκισται.”

6.2.11. ὡσαύτως δὲ κἀν τῇ Πολιτείᾳ κατὰ µὲν τὸ τέταρτον ὑπὲρ τοῦ θυµοειδοῦς προειρηκὼς ὡς ἕτερόν ἐστι τοῦ ἐπιθυµητικοῦ, κἄπειθ’ ἑξῆς ζητῶν εἰ καὶ τοῦ λογιστικοῦ διαφέρει, φησίν· “ἆρ’ οὖν ἕτερον ὂν καὶ τούτου ἢ λογιστικοῦ τι εἶδος, ὥστε µὴ τρία, ἀλλὰ δύο εἴδη εἶναι ἐν τῇ ψυχῇ, λογιστικόν τε καὶ ἐπιθυµητικόν;”

6.2.12. οὕτω δὲ καὶ κατὰ τὸ ἔνατον ἔγραψεν ἔν τε τῇδε τῇ ῥήσει· “ἀλλ’ ἡσυχάσας µὲν τὼ δύο εἴδη, τὸ τρίτον δέ τις κινήσας, ἐν ᾧ τὸ φρονεῖν ἐγγίγνεται”, καὶ προσέτι τῇδε· “ὅτι δὴ οὖν, εἶπον, ἀµφισβητοῦνται ἑκάστου εἴδους αἱ ἡδοναὶ καὶ αὐτὸς ὁ βίος, µὴ ὅτι πρὸς τὸ κάλλιον καὶ αἴσχιον ζῆν µηδὲ τὸ χεῖρον καὶ ἄµεινον, ἀλλὰ πρὸς αὐτὸ τὸ ἥδιον καὶ ἀλυπότερον, πῶς ἂν εἰδεῖµεν τίς αὐτῶν ἀληθέστατα λέγει;”

6.2.13. Tί ἂν ἔτι δέοιµεν ἑτέρας παραγράφειν ῥήσεις; ἱκαναὶ γὰρ καὶ αἵδε δηλῶσαι τὴν γνώµην τἀνδρός, ὡς εἴδη ψυχῶν εἶναι βούλεται τὰ τρία ταυτί, λογιστικὸν ἐπιθυµητικὸν [καὶ] θυµοειδές. ἀµέλει µόνας αὐτὰς εἶναί φησι χωρὶς ἀλλήλων ἐν µὲν τοῖς φυτοῖς τὴν ἐπιθυµητικήν, ἐν δὲ τοῖς θεοῖς τὴν λογιστικήν.

6.2.14. —τὴν µέντοι θυµοειδῆ διὰ τί µόνην οὐχ οἷόν τε κατ’ οὐδὲν τῶν σωµάτων εἶναι, προϊὼν ὁ λόγος ἀποδείξει, παραθεµένων ἡµῶν τὴν ἐκ τοῦ Τιµαίου ῥῆσιν ἔνθα τὴν χρείαν τῆς γενέσεως αὐτῆς διδάσκων ἕνεκα τῆς ἐπιθυµητικῆς γεγονέναι φησὶ βοηθὸν τῇ λογι<στι>κῇ ψυχῇ καθάπερ τινὰ κύνα κατὰ τοῦ πολυκεφάλου τε καὶ ἀγρίου θρέµµατος, τῆς ἐπιθυµίας.

6.2.15. —εἰκότως οὖν εἴδη ψυχῆς αὐτὰ προσαγορεύει κατά τε τὰς προγεγραµµένας ῥήσεις καὶ προσέτι πολλὰς ἑτέρας, ὧν οὐκ ἀνάγκη µνηµονεύειν ἐναργῶς ἤδη καὶ διὰ τούτων τῆς γνώµης τἀνδρὸς ἐγνωσµένης. εἰ δὲ καὶ µέρη ψυχῆς ἕκαστον αὐτῶν ὀνοµάζει, θαυµαστὸν οὐδέν. πρῶτον µὲν γὰρ αὐτὸς ἡµᾶς ἐδίδαξεν ὡς ὅ τί περ ἂν εἶδος ᾖ, τοῦτο καὶ µέρος ὀνοµάζειν ἐγχωρεῖ, µὴ µέντοι τό γε µέρος ἅπαν εὐθὺς καὶ εἶδος εἶναι· δεύτερον δὲ [µὴ] ὅτι µηδ’ ἐγχωρεῖ λέγειν µηδὲν σύνθετον ὁµοιοµερές, ἑαυτῷ γε <µὴ> συνεχὲς ὅλον ὑπάρχον· ἐξ ὡρισµένων γὰρ τὸν ἀριθµὸν σύγκειται µορίων· οὐδενὸς δὲ ὁµοιοµεροῦς ἀριθµῷ περιλαβεῖν ἐγχωρεῖ τὸ πλῆθος τῶν µορίων.

6.2.17. ὅτι µὲν οὖν εὐλόγως ὁ Πλάτων εἴδη τε καὶ µέρη ψυχῆς ὀνοµάζει ταῦτα, µακροτέρων οὐ δέοµαι λόγων.

6.3.1. ῞Οτι δὲ τὸ µὲν ἐν τῇ κεφαλῇ καθίδρυται, τὸ δ’ ἐν τῇ καρδίᾳ, τὸ δ’ ἐν τῷ ἥπατι, τοῦτο ἐξ ἀρχῆς προὔκειτο καὶ δέδεικται διὰ τῶν ἔµπροσθεν ὑπὲρ τῶν δύο µερῶν.

6.3.2. ὑπόλοιπον δὴ ἔτι τὸ ἐπιθυµητικόν, ἰδίας ἀποδείξεως δεόµενον, ἣν ἐν τῷδε διέξιµεν ἐκεῖνο πρότερον ἐν ἀρχῇ τοῦ λόγου προειπόντες ὡς οὐκ ἐξ ὁµοίως ἐναργῶν οὐδ’ ἐξ αὐτῆς ἄντικρυς τοῦ ζητουµένου τῆς φύσεως ἡ ἀπόδειξις ἔσοιτο, καθάπερ ἐπὶ τῶν ἔµπροσθεν, ἀλλ’ ἐκ τῶν τούτῳ συµβεβηκότων ἰδίᾳ.

6.3.3. τῶν µὲν γὰρ νεύρων βρόχῳ διαλαµβανοµένων ἢ τεµνοµένων ἐφαίνετο τὰ µὲν ἐγκεφάλῳ συνεχῆ µόρια διασώζοντα τὰς ἀρχαίας δυνάµεις, τὰ δ’ ἐπέκεινα τοῦ βρόχου παραχρῆµα καὶ τὴν αἴσθησιν ἀπολλύντα καὶ τὴν κίνησιν· οὕτω δὲ καὶ τῶν ἀρτηριῶν αἱ µὲν τῇ καρδίᾳ συνεχεῖς ἔτι σφύζουσαι κατὰ φύσιν, αἱ δ’ ὑπὸ τοῦ βρόχου διειργόµεναι τελέως ἄσφυκτοι γιγνόµεναι.

6.3.4. καὶ µέντοι καὶ τὰ παθήµατα τῆς ψυχῆς ὅσα κατὰ τοὺς θυµούς τε καὶ τοὺς φόβους συµπίπτει προφανῶς ἐξιστάντα τὴν καρδίαν ἐφαίνετο τῆς κατὰ φύσιν ἐνεργείας. ἐµνηµονεύσαµεν δὲ καὶ ὅσα θλιβόµενος ὁ ἐγκέφαλος ἢ τιτρωσκόµενος εἰς τὰς κοιλίας ἅπαν βλάπτει τὸ σῶµα καὶ ὡς καὶ ταῦτ’ ἐναργῶς ἐνδείκνυται κινήσεώς τε καὶ αἰσθήσεως ἀρχὴν ὑπάρχειν αὐτόν.

6.3.5. ἐπὶ δὲ τοῦ ἥπατος οὐδὲν τοιοῦτον ἔχοµεν ἐπιδεικνύειν, οὔτ’ εἰ γυµνώσαντες αὐτὸ θλίβοµεν οὔτ’ εἰ βρόχῳ τὰς φλέβας διαλαµβάνοµεν. οὔτε γὰρ ἐναργοῦς ἐστι κινήσεως ἀρχή, καθάπερ ἡ µὲν καρδία τῆς σφυγµικῆς, ὁ δ’ ἐγκέφαλος τῆς αἰσθητικῆς τε καὶ προαιρετικῆς, οὔτ’ ὀξείας βλάβης αἴτιον, ὡς ἐκείνων ἑκάτερον, ἀλλ’ ἐν τῷ χρόνῳ βλάπτεται τὸ ζῷον

1 ... 25 26 27 28 29 30 31 32 33 ... 128
Перейти на страницу: