Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 157 158 159 160 161 162 163 164 165 ... 182
Перейти на страницу:
τὸ ἕν· ἀλλ’ ὅτι πόσα τέ ἐστι καὶ ὁποῖα, τοῦτ’ ἔστι τὸ γραµµατικὸν ἕκαστον ποιοῦν ἡµῶν; — ἀληθέστατα. — καὶ µὴν καὶ τὸ µουσικὸν ὃ τυγχάνει ποιοῦν, τοῦτ’ ἔστι ταὐτόν. — πῶς; — φωνὴ µέν που καὶ [τὸ] κατ’ ἐκείνην τὴν τέχνην ἐστὶ µία ἐν αὐτῇ. — πῶς δὲ οὔ; — δύο δὲ θῶµεν βαρὺ καὶ ὀξὺ καὶ τρίτον ὁµότονον. ἢ πῶς; — οὕτως. — ἀλλ’ οὔπω σοφὸς <ἂν> εἴης τὴν µουσικὴν εἰδὼς ταῦτα µόνα, µὴ εἰδὼς δέ, ὥς <γε> ἔπος εἰπεῖν, εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ. — οὐ γὰρ οὖν. —ἀλλ’, ὦ φίλε, ἐπειδὰν λάβῃς τά τε διαστήµατα ὁπόσα ἐστὶ τὸν ἀριθµὸν τῆς φωνῆς, ὀξύτητός τε πέρι καὶ βαρύτητος, <καὶ> ὁποῖα καὶ τοὺς ὅρους τῶν διαστηµάτων καὶ τὰ ἐκ τούτων ὅσα συστήµατα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡµῖν τοῖς ἑποµένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρµονίας, ἔν τε <ταῖς> κινήσεσιν αὖ τοῦ σώµατος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόµενα, ἃ δι’ ἀριθµῶν µετρηθέντα δεῖν αὖ φασι ῥυθµοὺς καὶ µέτρα ἐπονοµάζειν καὶ ἅµα ἐννοεῖν, ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν ἅµα σκοπεῖν. ὅταν γὰρ [αὐτὰ] ταῦτά τε λάβῃς οὕτως, τότε ἐγένου σοφός, ὅταν τ’ ἄλλο τῶν <ὄντων> ὁτιοῦν ταύτῃ σκοπούµενος ἕλῃς, οὕτως ἔµφρων περὶ τούτου γέγονας.” ἤρκει µὲν οὖν καὶ ταῦτα παρὰ Πλάτωνος ἀκοῦσαι τοῖς ἔχουσι νοῦν ἀκροαταῖς εἰς ἔνδειξιν ἁπασῶν τεχνῶν συστάσεως· οὐ γὰρ οἷόν τε γενέσθαι τεχνικὸν οὐδὲ περὶ ἑνὸς ἄνευ τοῦ γνῶναι τὰς αὐτοῦ διαφοράς· ἀλλ’ οὐδὲν χεῖρον, ὥσπερ ὁ Πλάτων αὐτὸς οὐκ ἠρκέσθη τῷ κεφαλαίῳ τοῦ λόγου µόνῳ, παραδείγµατα δὲ προσέθηκε σαφηνείας ἕνεκεν, τὴν γραµµατικήν τε καὶ µουσικήν, οὕτως καὶ ἡµᾶς ἓν ἔτι προσθεῖναι παράδειγµα, τέχνης µὲν γραφικῆς, ὕλης δ’ ὑποκειµένης αὐτῇ χρωµάτων. ἔξεστι γὰρ δήπου λέγειν κἀνταῦθα, τὸ χρῶµα τοῦ χρώµατος, ᾗ χρῶµά ἐστιν, οὐδὲν διαφέρει, καὶ κατὰ ταῦτ’ ἀναιρεῖν ἁπάσας τὰς ἐν αὐτοῖς δια-φοράς, ὅπερ ἀµέλει καὶ ὁ Πλάτων αὐτὸς ἐν ἀρχῇ τοῦ Φιλήβου δεδήλωκε. διαιρουµένῳ γὰρ τῷ Σωκράτει τὰς ἡδονὰς ὁ διαλεγόµενος οὐ συνεχώρει διαφέρειν ἀλλήλων ἁπάσας αὐτάς, καθ’ ὅσον εἰσὶν ἡδοναί, φάσκων ὁµοιοτάτας αὐτὰς ὑπάρχειν, ἀλλ’ ὅ γε Σωκράτης ἀπαντᾷ τῷ λόγῳ τῷδε· “καὶ γὰρ χρῶµα, ὦ δαιµόνιε, χρώµατι κατά γε αὐτὸ τοῦτο οὐδὲν διοίσει τὸ χρῶµα εἶναι πᾶν, τό γε µὴν µέλαν τῷ λευκῷ πάντες γιγνώσκοµεν ὡς πρὸς τῷ διάφορον εἶναι καὶ ἐναντιώτατον <ὂν> τυγχάνει. καὶ δὴ καὶ σχῆµα σχήµατι κατὰ ταὐτόν· γένει µέν ἐστι πᾶν ἕν, τὰ δὲ µέρη τοῖς µέρεσιν αὐτοῦ τὰ µὲν ἐναντιώτατα ἀλλήλοις, τὰ δὲ διαφορότητα ἔχοντα µυρίαν που τυγχάνει. καὶ πολλὰ ἕτερα οὕτως ἔχοντα εὑρήσοµεν, ὥστε τούτῳ γε τῷ λόγῳ µὴ πίστευε, τῷ πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι.” αὕτη µὲν ἡ περὶ χρωµάτων τε καὶ σχηµάτων ῥῆσις, ἡ δὲ περὶ τῶν ἡδονῶν ἥδε· “ἥδεσθαι µέν φαµεν τὸν ἀκολασταίνοντα ἄνθρωπον, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα αὐτῷ τῷ σωφρονεῖν· ἥδεσθαι δ’ αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων µεστόν, ἥδεσθαι δ’ αὖ καὶ τὸν φρονοῦντα αὐτῷ τῷ φρονεῖν, καὶ τούτων τῶν ἡδονῶν ἑκατέρας πῶς ἄν τις ὁµοίας ἀλλήλαις εἶναι λέγων οὐκ [ἂν] ἀνόητος φαίνοιτ’ [ἂν] ἐνδίκως;” ὥσπερ δὲ τῶν ἡδονῶν τὰς διαφορὰς ὁ Πλάτων ἐν µὲν τῇδε τῇ ῥήσει διὰ βραχέων ἐνεδείξατο, καθ’ ὅλον δὲ τὸ βιβλίον ἐπὶ πλεῖστον διῆλθεν, οὕτως τῶν τεχνῶν ἐν δυοῖν βιβλίοιν, τῷ Σοφιστῇ τε καὶ Πολιτικῷ·

ἆρ’ οὖν ἐπιστηµῶν µὲν καὶ ἡδονῶν εἰσι διαφοραὶ πολλαὶ καὶ χρωµάτων καὶ σχηµάτων καὶ τῶν ἐν ταῖς φωναῖς τόνων, ὡσαύτως δὲ καὶ ἡλικιῶν καὶ ὡρῶν καὶ χωρῶν καὶ νόσων ἁπάντων τε τῶν ἄλλων, ἐν µόνοις δὲ τοῖς θερµοῖς ἤτοι γ’ οὔκ εἰσιν ὅλως ἢ ἀδύνατοι γιγνώσκεσθαι τοῖς ἀνθρώποις; καὶ µὴν ὅ γε τοῦ Λύκου λόγος ἀναιρεῖ τοῦ θερµοῦ τὰς διαφοράς, ὡς οἴεται µὲν αὐτοῦ µόνου, κατὰ δὲ τὴν ἀλήθειαν ἅµα τοῖς ἄλλοις ἅπασιν, εἴ γε ἡ τοῦ λόγου δύναµις ὁµοίως ἀντεπεκτείνεσθαι δύναται. καὶ γὰρ δὴ κἀπὶ τῶν ὑγρῶν αὐτῶν ἐφεξῆς ἐρῶ τάδε, µηδὲ ταῦτα διαφέρειν ἀλλήλων λέγων, καθόσον ὑγρά. τὸ δὲ δὴ µέγιστον αὐτοῦ τῶν ἁµαρτηµάτων, ὅτι καὶ τὰς τέχνας ἁπάσας ἀναιρεῖ τὴν σύστασιν ἐχούσας ἐν ταῖς τῶν εἰδῶν διαφοραῖς. ὁ µὲν οὖν Πλάτων ἐν κεφαλαίῳ γε προειπὼν ὑπὲρ τῆς τῶν τεχνῶν συστάσεως ἐπὶ παραδείγµατος [τε] διῆλθε τὸν λόγον ἐπιδεικνὺς ὅπως ἡ γραµµατικὴ συνέστη τέχνη γνωσθείσης τῆς ἐν ταῖς φωναῖς διαφορᾶς. ὁ δὲ τοῦ Λύκου λόγος ἀναιρεῖ δηλονότι καὶ ταύτην τὴν τέχνην καὶ τὴν µουσικὴν ὁµοίως αὐτῇ καὶ τὰς ἄλλας ἁπάσας, ἀξιῶν τῷ ᾗ νενόηται τόδε τι µίαν ἔχειν ἐν αὐτῷ διαφοράν. θέασαι γοῦν ὅπως ἀναιρήσει πρώτην µὲν τὴν περὶ τὰ γράµµατα τέχνην ὁ λόγος αὐτοῦ, µετὰ δὲ ταῦτα καὶ τὰς ἄλλας ἁπάσας· δοκεῖ µοι ἀδύνατον καὶ ἀµήχανον εἶναι τὴν φωνὴν ταύτην γε σκοποῦντι ᾗ νενόηται (κατ’ αὐτὴν λέγω τὴν ἐκφώνησιν), πρὸς ἑτέραν ἂν φωνὴν παραλλαγὴν ἔχειν, κατά τινα ἰδιότητα παραλλάττουσαν κατὰ ποιότητα ἐν τῇ ἐκφωνήσει κειµένην. οὗτος ὁ λόγος ὁ αὐτός ἐστι πάντῃ τῷ κατὰ τὴν ἀρχὴν γεγραµµένῳ τῆς ῥήσεως τῷ Λύκῳ καὶ δι’ αὐτῶν γε περαίνεται τῶν ἐκείνου ῥηµάτων ἁπάντων, ἑνὸς µόνου τοῦ κατὰ τὸ θερµὸν ὀνόµατος εἰς τὸ τῆς φωνῆς µεταβεβληµένου, ὥστ’, εἴπερ ἐκεῖνος ὑγιής, καὶ οὗτος· ἀλλὰ µὴν οὐχ ὑγιὴς οὗτος, ὥστ’ οὐδ’ ἐκεῖνος, εἰ µή τι ἄρα νοµίζουσιν οἱ τὰ τοῦ Λύκου φρονοῦντες οὐδὲ τὴν ε φωνὴν ἑτέραν εἶναι τῆς ο, διαφέρειν δὲ τὴν ο τῆς ω. εἰ δὲ καὶ ταύτας ἑτέρας ἀλλήλων ὁµολογήσοµεν εἶναι καὶ πρὸς ταύταις καὶ τὴν α καὶ τὴν ι καὶ τὴν υ καὶ τῶν ἄλλων ἁπάντων γραµµάτων, αὗται µὲν ἔσονται τέτταρες ἐπὶ ταῖς εἴκοσιν. ἡ γνοῦσα δ’ αὐτῶν τὴν διαφορὰν τέχνη γραµµατική, καθάπερ γε καὶ µουσικὴ τέχνη περὶ τὴν ἐν ταῖς φωναῖς ὀξύτητα καὶ βαρύτητα, καίτοι καὶ ταύτας οὐδὲν ἧττον ὁ τοῦ Λύκου λόγος ἀναιρεῖ. φωνὴ γὰρ φωνῆς, ᾗ φωνή, διαφέρει οὐδέν, ἀλλ’ ὅµως ὁ µὲν τῆς µέσης φθόγγος ὀξύτερος µέν ἐστι τόνῳ τῆς λιχανοῦ τῶν µέσων, βαρύτερος δὲ τόνῳ τῆς παραµέσης. αὐτῶν δ’ ἐκείνων πάλιν ὁ µὲν τῆς λιχα-νοῦ τῆς παρυπάτου τῶν µέσων ὀξύτερος τόνῳ. ὁ δὲ τῆς παραµέσης βαρύτερος [ἡµι]τόνῳ τῆς τρίτης τῶν διεζευγµένων. εἶτ’ ἐκείνων αὖθις ὀξύτεροί τε καὶ βαρύτεροι κἄπειτ’ ἐκείνων αὖθις ἕτεροι, µέχρις ἂν ἐπὶ τὸν ὀξύτατόν τε καὶ βαρύτατον ἁπάντων ἀφικνώµεθα φθόγγον. ἀλλ’ ὁ θαυµασιώτατος Λύκος οὐκ αἰσθάνεται ταῦτα πάντα ἀναιρῶν ἐν τῷ λέγειν “δοκεῖ µοι ἀδύνατον καὶ ἀµήχανον εἶναι τὸ θερµὸν ταῦτά γε σκοποῦντι, ᾗ νενόηται (κατ’ αὐτὴν λέγω τὴν θάλψιν), πρὸς ἕτερον αὖ θερµὸν παραλλαγὴν ἔχειν.” καλόν, εἰ µηδὲ χρῶµα χρώµατος, ᾗ χρῶµά ἐστι, διαφέρειν εἰπὼν ἀναρεῖ τὴν γραφικὴν τέχνην, ἐρυθρόν

1 ... 157 158 159 160 161 162 163 164 165 ... 182
Перейти на страницу: