Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 156 157 158 159 160 161 162 163 164 ... 182
Перейти на страницу:
αὖθις ἀτµοῦ πλῆρες ἢ ξηρὸν καὶ αὐχµῶδες ἑκάστῳ τῶν ὀνοµάτων ἴδιόν τι δηλοῦντες πρᾶγµα. πρὸς τοίνυν τοῖς εἰρηµένοις ἕτερόν τι βαλανεῖόν ἐστι καπνοῦ πλῆρες καὶ ναὶ µὰ τὸν Δία γε τούτου πολυειδεστάτου· ἕτερος µὲν ὁ ἐκ δρυΐνων ξύλων, ἕτερος δὲ ὁ ἐκ συκίνων ἢ ἐλαΐνων ἐστὶ καὶ καθ’ ἕκαστόν γε δένδρον ἄλλος καὶ ἄλλος. ἀλλ’ οὐδέπω δέοµαι τῶν κατὰ µέρος διαφορῶν. ἀρκεῖ γάρ µοι τήν γε πρώτην ὅλον [γε] τὸ γένος τοῦτο µιᾷ κλήσει τε καὶ νοήσει περιλαµβάνοντι καπνώδη τὸν ἀέρα φάναι τοῦ βαλανείου, µηδ’ ἐνταῦθα µεµφόµενον αὐτοῦ θερµασίαν ἢ ψύξιν ἢ ὥσπερ γε µεµφόµενον αὖθις, εἰ οὕτως ἔτυχε, κατ’ ἄµφω, καὶ ὡς θερµὸν τὸ βαλανεῖον καὶ ὡς καπνῶδες.

ἐάσας οὖν ἤδη τὰ βαλανεῖα τῶν καθ’ ἑκάστην ἡµέραν ἐν ταῖς οἰκίαις ἡµῖν συµβαινόντων ἀναµνήσθητί µοι· ποτὲ µὲν ὑγρότητα τῶν οἴκων ἐν οἷς ἔσµεν, ἔστι δ’ ὅτε ἄµετρον ψύξιν ἢ θερµότητα µεµφόµεθα. πότερον οὖν ὁµοίως µεµφόµεθα τὸν κατὰ τὸν οἶκον ἀέρα τοῖς ὑπὸ κύνα καύµασι, κἀπειδὰν καπνοῦ πληρωθῇ, ἢ κἀνταῦθα ὥσπερ ἐν τοῖς βαλανείοις ἔστιν ὅτε κατὰ µὲν τὴν θερµασίαν διαλλάττουσιν οὐδέν; ἔστι δ’ αὐτῶν ὁ µὲν αὐτὸ δὴ τοῦτο µόνον, ἀὴρ θερµός, ὁ δὲ σὺν τούτῳ καπνώδης, εἶτα ὁ µέν γε θερµὸς ἀὴρ οὐδέποτε προκαλεῖται δάκρυον, τῷ καπνώδει δ’ ἀεὶ ὑπάρχει τοῦτο, κἂν µετρίως θερµὸς ᾖ, ὥστε ἐναργῶς ἐνταῦθα κατάδηλόν ἐστι τὸ δακνῶδες θερµὸν οὐ τῷ µᾶλλον θερµαίνειν, ἀλλ’ ἑτέρῳ τινὶ διαλλάττον. ἐγγυτάτω γοῦν φλογὸς µεγίστης ἀκάπνου στάντες θερµαινόµεθα µὲν οὕτω πολλάκις, ὡς ἐγγὺς µὲν ἥκειν τοῦ καίεσθαι, δάκνεται δ’ οὐδεὶς οὐδὲ δακρύει τοὺς ὀφθαλµοὺς ὡς ἀπὸ καπνοῦ. θαυµαστὸν οὖν, εἴ τις ἐπὶ καπνοῦ καὶ φλογὸς αἰσθάνεται τῆς διαφορᾶς, ἐπὶ δὲ τῶν ἡµετέρων σωµάτων ἀναίσθητός ἐστιν ἐνίοτε µὲν ἰσχυροτάτης θερµασίας οἷον φλογός, ἐνίοτε δὲ ἀνιαρᾶς καὶ δακνώδους οἷόνπερ καπνοῦ. θαυµάζω δὲ οὐδὲν ἧττον, εἰ µὴ συγχωρεῖ τὰς κατὰ τὸ θερµὸν ἐν τοῖς ζῴοις δυσκρασίας ἀνάλoγον ἔχειν ταῖς κατὰ τὰ βαλανεῖα καὶ τὰς οἰκίας· ὡς οὖν ἐν ταῖς οἰκίαις ἄλλος µὲν ἀήρ ἐστιν οἴκου καπνώδους, ἄλλος δὲ ἁπλῶς θερµοῦ, κατὰ τὸν αὐτὸν οἶµαι τρόπον ἕτερος τούτων ἐναργῶς ἐστιν, ἐν ᾧ πλῆθός ἐστι καιοµένων λύχνων ἢ δᾳδὸς ἅµα λιγνύι. καὶ τοίνυν καὶ καλοῦµεν, ὥσπερ τὸν ἕτερον ἀέρα καπνώδη, λιγνυώδη τοῦτον ἐξ ὑπεροπτήσεως ὕλης γενόµενον. ἡ γάρ τοι λιγνὺς ταύτῃ τοῦ καπνοῦ διενήνοχε, καίτοι γε ἀµφοῖν περιττωµάτων ὑπαρχόντων φλογός, [ὅτι] ᾗ λιγνύς ἐστι µὲν κατωπτηµένης ὕλης γεώδους ἀναθυµίασις, καπνὸς δὲ οὔθ’ ὑπερωπτηµένης οὔτε γεώδους, ἀλλ’ ἡµικαύστου τε καὶ συµµιγοῦς ἐξ ὑγρᾶς καὶ γεώδους οὐσίας. ὅστις οὖν ἐπαιδεύθη νοµίµως ἐν ῾Ιπποκρατείοις δόγµασιν, ἔµαθεν οὗτος, ὡς τῆς ὀνοµαζοµένης ἤδη συνήθως ἅπασι τοῖς ἰατροῖς ἀδήλου διαπνοῆς ἣν διαπνεῖται τὰ σώµατα, τὸ µὲν τοιοῦτόν ἐστιν οἷον ἀτµός, ἕτερον δὲ οἷον ἀὴρ ξηρός, ἕτερον δὲ σὺν αἰσθηταῖς ὑγρότησιν ἐκπῖπτον. ***

*** 3. Aὕτη µὲν ἡ ῥῆσίς ἐστι τῶν ὑπὸ τοῦ Λύκου γεγραµµένων εἰς κατασκευὴν τοῦ “µηδὲν διαφέρειν ἕτερον ἑτέρου θερµόν”, οὐκ ἀναµένουσα τὸν ἔξωθεν ἔλεγχον, ἀλλ’ ἑαυτὴν καταβάλλουσα. τί γὰρ δὴ καί φησι; τὸ θερµόν, ᾗ νενόηται θερµόν, οὐδεµίαν ἔχει παραλλαγὴν πρὸς ἕτερον θερµόν. εἰ µὲν οὖν οὐδὲν ἐν τῷ λόγῳ σηµαίνει τὸ ᾗ νενόηται θερµόν, ἐξαιρείσθω τελέως αὐτοῦ. σηµαῖνον δέ τι σαφῶς ἐνδείκνυται ταύτῃ µὲν µὴ διαφέρειν τὸ θερµὸν τοῦ θερµοῦ, καθ’ ἕτερον δέ τι διαφέρειν. εἰ µὲν γὰρ οὐδαµῇ διαφέρει, περιττῶς πρόσκειται τὸ ᾗ· εἰ δ’ ἄλλῃ µέν πῃ διαφέρει, ταύτῃ δ’ οὐ διαφέρει, καθ’ ὃ διαφέρει, κατὰ τοῦτο νοείσθωσαν αἱ διαφοραί, ὡς εἴ γε καθ’ ὃ λέγεται µόνον ἕκαστον σκοποῖτο, πάντων τῶν πραγµάτων ἀναιρήσεις τὰς διαφοράς. τὸ ζῷον, ᾗ νενόηται ζῷον, οὐδὲν ἑτέρου διαφέρει ζῴου. τὸ φυτόν, ᾗ νενόηται φυτόν, οὐδὲν ἑτέρου διαφέρει φυτοῦ. τὸ δένδρον, ᾗ νενόηται δένδρον, οὐδὲν ἑτέρου διαφέρει δένδρου. ἆρ’ οὖν οὔκ εἰσι τοῦ ζῴου διαφοραί, τὸ πτηνὸν καὶ πεζὸν καὶ νηκτὸν καὶ τὸ ἔνυδρον καὶ ἔγγειον καὶ ἀέριον ἢ τὸ θνητὸν καὶ ἀθάνατον ἢ τὸ λογικὸν καὶ ἄλογον ἢ τὸ ἥµερον καὶ [τὸ] ἄγριον ἢ τὸ δειλὸν καὶ ἄλκιµον ἢ τῶν ἄλλων ὧν ἴσµεν ἕκαστον; τί γὰρ δεῖ µακρολογεῖν; οὕτω τῶν φυτῶν τὸ µὲν δένδρον, τὸ δὲ θάµνος, τὸ δὲ ἄκανθα, τὸ δὲ πόα, τὸ δὲ φρύγανον. ἢ καὶ πάντων, καθ’ ὃ νενόηται, ζῴων µηδεµίαν ἐχόντων διαφορὰν ὅµως καὶ ταύτας ἁπάσας ἃς εἴρηκα καὶ πρὸς ταύταις ἑτέρας οὐκ ὀλίγας ἀληθῶς ἄν τις εἴποι ζῴου διαφοράς; οὕτως δὲ κἀπὶ τῶν φυτῶν. οὐ γὰρ φυτόν γε φυτοῦ διενήνοχε τῷ τὸ µὲν εἶναι λογικὸν αὐτῶν, τὸ δὲ ἄλογον οὐδὲ τῷ πτηνὸν ἢ πεζὸν οὐδὲ τῶν ἄλλων τῶν εἰρηµένων οὐδεµιᾷ διαφορᾷ, καθάπερ οὐδὲ ζῷον ζῴου διαφέρει τῷ τὸ µὲν εἶναι θάµνος, τὸ δὲ ἄκανθα, τὸ δὲ δένδρον, τὸ δὲ πόα, τὸ δὲ φρύγανον, τὸ δὲ † κέδρος, ἀλλ’ ἐν τῷ γένει τῶν φυτῶν ἡ τοιαύτη τοµή. ἀλλὰ καὶ νοσηµάτων διαφορὰς αὐτὸς ὁ Λύκος γράφει παµπόλλας, καίτοι γε οὐδὲν διαφέρει νόσηµα νοσήµατος, ᾗ νόσηµά ἐστιν, ὥσπερ οὐδὲ σύµπτωµα συµπτώµατος, ᾗ σύµπτωµά ἐστιν, ἀλλ’ ὅµως καὶ τὰς τούτων διαφορὰς ὁ Λύκος ἐπιχειρεῖ γράφειν, ὥσπερ γε καὶ τὰς τῆς πλευρίτιδος ἑκάστου τε τῶν ἄλλων νοσηµάτων. καίτοι γε πλευρῖτις πλευρίτιδος, ᾗ πλευρῖτίς ἐστιν, οὐδὲν διαφέρει, ἀλλ’ ὅµως ἡ µέν τις εἰς τὴν κλεῖν ἔχει περαινοµένην τὴν ὀδύνην, ἡ δ’ εἰς τὸ ὑποχόνδριον. οὕτω δὲ καὶ µετὰ µὲν τοῦ κεχρῶσθαι τὸ πτύελον ἡ ἑτέρα τῶν πλευριτίδων, ἑτέρα δ’ ἐναντία τῇδε καλουµένη πρὸς ἐνίων ἄπτυστος ἄλλαι τε πολλαὶ διαφοραί, καθ’ ἃς ὑπαλλάττεσθαι συµβαίνει καὶ τὴν θεραπείαν. ἀλλὰ καὶ ταύτας τῶν πυρετῶν αὐτῶν τὰς διαφορὰς ὁ Λύκος ἐκδιδάσκειν πειρᾶται, καίτοι <γ’>, εἴτε κατὰ πλεονεξίαν θερµασίας ἡ γένεσις αὐτοῖς ἐστιν εἴτε κατὰ τὸ δακνῶδες τῆς ποιότητος, οὐδεµία γενήσεται διαφορὰ πυρετοῦ πρὸς πυρετόν, ᾗ πυρετός ἐστιν.

οὕτως οὖν ἀπαίδευτον ἐρωτᾷ λόγον ὁ Λύκος, ὥστε οὐκ αἰσθάνεται τὰς τέχνας ἁπάσας ἀναιρῶν. ἐν γάρ τοι τῇ γνώσει τῶν διαφορῶν ἑκάστου τῶν ὄντων αἱ τέχναι συνίστανται. καὶ τοῦτο ἐπὶ πλεῖστον µὲν κἀν τῷ [περὶ] Φιλήβῳ διῆλθεν ὁ Πλάτων εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράµµατος· ἐφύλαξε δ’ αὐτοῦ τὴν γνώµην ᾿Αριστοτέλης <καὶ> Θεόφραστος, Χρύσιππος καὶ Μνησίθεος, καὶ οὐδεὶς ὅστις οὐ διῆλθεν ἐν τῷ περὶ τέχνης γράµµατι τὸν αὐτὸν λόγον. ἔστι δ’ ἡ µὲν πρώτη ῥῆσις ὑπὲρ τῆς κατὰ τὰς τέχνας συστάσεως τοῦ Πλάτωνος εἰρηµένη τοιάδε· “φωνὴ µὲν ἐστί που µία διὰ τοῦ στόµατος ἰοῦσα καὶ ἄπειρος αὖ πλήθει πάντων τε καὶ ἑκάστου. — τί µήν; — καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσµέν πω σοφοί, οὔθ’ ὅτι τὸ ἄπειρον αὐτῆς ἴσµεν οὔθ’ ὅτι

1 ... 156 157 158 159 160 161 162 163 164 ... 182
Перейти на страницу: