Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 95 96 97 98 99 100 101 102 103 ... 182
Перейти на страницу:
εἰ καλῶς ἐκκρίνεται τὰ καταµηνία· ἰσχοµένων δ’ αὖ πάλιν ἕτοιµον ἐν παντὶ κακῷ γενέσθαι. καὶ αἱ κενώσεις ἰάµατα. καταλιπὼν δὲ ἤδη τὰς γυναῖκας ἐπὶ τοὺς ἄνδρας ἐλθὲ, καὶ µάθε, πόσοι µὲν αἱµοῤῥοΐδι τὸ περιττὸν εἰθισµένοι κενοῦσθαι, πάντες ἀπαθεῖς νοσηµάτων διατελοῦσι, πόσοι δ’ ἐπισχεθείσης τῆς κενώσεως ἐν χαλεπωτάτοις ἐγένοντο. πότερον οὐδὲ τούτων ἀποκενώσεις τοῦ αἵµατος, οὐδ’ ἂν συναγχικοὶ γενόµενοι τύχωσιν, οὐδ’ ἂν περιπνευµονικοί. ἀλλ’ ὑπὸ τοῦ µὴ ἀναθέσθαι τὰ κακῶς ἐγνωσµένα περιόψει τοσούτους ἀπολλυµένους; σὺ µὲν ἴσως τοῦτο δράσεις, ἐγὼ δ’ οὐ ταῦτα µόνον, ἀλλὰ καὶ σπασµὸν καὶ ὕδερον αἵµατος κενώσει πολλάκις ἰασάµην. οὕτως γὰρ ἥτε µακρὰ πεῖρα διδάσκει µε, ὅ τε λόγος οὕτως ἐπὶ τὴν πρόφασιν κελεύει ἔρχεσθαι καὶ τῆς προφάσεως τὴν ῥοπήν. ὅτι δὲ καὶ ἡ πεῖρα, τὰ τῶν ἐµπειρικῶν ἀναγνοὺς εἴσῃ γράµµατα.

6. Μὴ τοίνυν ἔτι φιλονεικεῖν ῾Ιπποκράτει µόνῳ δόκει κενοῦν αἷµα παραινοῦντι, κᾂν εἰς τρόµον, κᾂν εἰς ὕδερον, κᾂν εἰς ἄλλο τι ψυχρὸν πάθος ἢ ἀνὴρ δι’ ἐπίσχεσιν αἱµοῤῥοΐδος ἢ γυνὴ δι’ ἐµµηνίων ἐµπέσοι, ἀλλὰ καὶ τοῖς ἀπὸ τῆς ἐµπειρίας ἅπασιν ἰατροῖς καὶ τῷ βίῳ τῶν ἀνθρώπων·ἀνατρέπειν γοῦν µοι δοκεῖς τὸν κοινὸν ἁπάντων λογισµόν. οὐκ ἂν φαίης κατὰ φύσιν εἶναι παντὶ τῷ λογίσασθαι κενοῦν αἵµατος διὰ πλῆθος. τίς οὐκ οἶδεν ὅτι τἀναντία τῶν ἐναντίων ἰάµατα; µὴ γὰρ ῾Ιπποκράτους ἡ γνώµη µόνου, κοινὴ πάντων ἀνθρώπων ἐστίν. ἀλλά µοι δοκεῖς ὑπὸ τῆς πρὸς ῾Ιπποκράτη φιλονεικίας καὶ τῶν ἄλλων ἀνοητότερος εἶναι. ταῦτα γοῦν ὁσηµέραι τῆς φύσεως ποδηγούσης αὐτὰ καὶ τὴν ἔνδειαν προσφοραῖς ἰᾶται καὶ τὰς πλησµονὰς κενώσεσι καὶ τὸ κρύος θάλψεσι καὶ τὰς θάλψεις ἐµψύξεσι. τί γάρ ἐστι τροφὴν προσενέγκασθαι ἄλλο γε ἢ τὸ πλῆθος ἐκπορίσασθαι; τί δ’ ἀποκρῖναι κόπρον ἢ ἔντερον πεπληρωµένον ἐκκενῶσαι; τί δ’ οὐρῆσαι ἢ κύστεως πλησµονὴν ἰάσασθαι; ταῦτα µὲν ζῶα καὶ κρύει πονούµενα φωλεοὺς ἑαυτοῖς καί τινας ἀλεεινὰς εἰς τὴν γῆν καταδύσεις ἐκπορίζεται· καὶ τῷ θάλπει κάµνοντα θέρους ὥρᾳ νήχεται µὲν ἐν ὕδατι ψυχρῷ, διατρίβει δ’ ἐν τόποις συσκίοις τε καὶ προσηνέµοις. ἔγωγε κύνα πολλάκις εἶδον ἔµετον ἐπιτηδεύοντα καὶ τὴν Αἰγυπτίαν ὄρνιθα κλυστῆρα µιµησαµένην, ἀνθρώποις δὲ αὐτά τε ταῦτα, ὡς ἂν λόγῳ χρωµένοις, εὐµηχανώτερα ἅπαντα. κάλεσον οὖν ἰδιώτην ἰατρικῆς ἐπὶ ἄῤῥωστον εὐέκτην, νέον, πολύαιµον ὑπὸ συνάγχης ἢ περιπνευµονίας πνιγόµενον, εἶτ’ ἐροῦ τὸν ἄνθρωπον εἴ τι πρὸς τὸ πάθος ἐπινοεῖ, τίς οὕτως ἀνόητος ὡς µὴ κένωσιν αἵµατος εἰπεῖν; ἀλλ’ ᾿Ερασίστρατος ὑπὸ τῆς πρὸς ῾Ιπποκράτη φιλονεικίας οὐδὲ τὰς κοινὰς ἁπάντων ἀνθρώπων ἐννοίας φαίνεται διασώζων, ἀλλ’ ἔτι καὶ τῶν γεράνων ἀνοητότερος εὑρίσκεται. µακρῷ τοιγαροῦν καὶ ταύτας, ὡς ἀετοὺς µέχρι περάτων γῆς πετοµένους ἐστὶν ἰδεῖν, ὑποφευγούσας ἐν µέρει κρύος τε καὶ θάλπος, ἰωµένας τε διὰ παντὸς τοῖς ἐναντίοις τὰ ἐναντία. τοῦτο µὲν οὖν, ὅπερ ἔφην, οὔπω τῆς ῾Ιπποκράτους ἄξιον τέχνης, ὡς χρὴ κενοῦν αἵµατος οἷς διὰ πλῆθος αἵµατος ὁ κίνδυνος. ὅτῳ δὲ χρὴ τρόπῳ τὴν κένωσιν ποιεῖσθαι καὶ ἐν ὅτῳ καιρῷ καὶ µέχρι τοσοῦτον, µᾶλλον ἐβουλόµην ἄν µοι διαλέγεσθαι. τὸ γὰρ ἐπίστασθαι πηνίκα µὲν χρὴ τέµνειν τὴν ἐν τῷ µετώπῳ φλέβα, πηνίκα δὲ τὰς παρὰ τοὺς κανθοὺς τῶν ὀφθαλµῶν ἢ τὰς ὑπὸ τῇ γλώττῃ ἢ τὴν ὠµιαίαν ὀνοµαζοµένην, ἢ τὴν διὰ µασχάλων, ἢ τὰς κατ’ ἰγνύας ἢ παρὰ σφυρὸν, ὑπὲρ ὧν ἁπασῶν ἐδίδαξεν ῾Ιπποκράτης, τοῦτον ἐγὼ νοµίζω τὸν λογισµὸν ἰατρῶν εἶναι. τὸ δ’ ὅτι χρὴ τὰ ἐναντία τοῖς ἐναντίοις ἰᾶσθαι καὶ ὡς τῷ πλήθει ἡ κένωσις ἐναντίον, τοσούτῳ δέω θαυµάζειν ὥστε καὶ τοῖς ἀλόγοις ζώοις µετεῖναι φηµὶ τῆς ἐννοίας. εἰ δὲ βούλει µικρὸν ἀνοίξας τὰ ὦτα, µᾶλλον δὲ τὴν ψυχὴν, ἀληθῆ λόγον καταδέξασθαι τῆς πρὸς ῾Ιπποκράτη δυσµενείας ἐπιλαθόµενος, εἴποιµ’ ἄν σοί τι τῆς ἐκείνου τέχνης ἄξιον. ἄχρι µὲν γὰρ τοῦδε καὶ Διοκλῆς ἠπίστατο καὶ Πλειστόνικος, ῾Ηρόφιλός τε καὶ Πραξαγόρας καὶ Φιλότιµος ἄλλοι τε πολλοὶ τῶν ἰατρῶν· οὐκ αὐτοὶ µὲν ἐξεῦρον, ἑπόµενοι δὲ ῾Ιπποκράτει, πηνίκα χρὴ τέµνειν ἑκάστην ὧν εἶπον φλέβα. ὅτι δ’ ἀπὸ χολῆς µελαίνης εἰς ὅµοιον αἱµοῤῥοΐδι, τοῦτο οὐκ ἔτι πάντες γιγνώσκουσι, καίτοι σαφῶς ῾Ιπποκράτους διδάξαντος, ἀλλ’ ὅσοι γνησίως ὡµίλησαν αὐτοῦ τοῖς γράµµασιν, οὗτοι µόνοι πῶς µὲν αἱµοῤῥοῒς γίγνεται µεµαθήκασι παρ’ αὐτοῦ, πῶς δὲ καὶ δυσεντερία, πῶς δὲ καὶ κιρσὸς, ὅτι τε οὐ διὰ παντὸς ἕκαστον τούτων συνιστάµενον κωλυτέον, ἀλλ’ ὅτι ὅτε συνεργητέον, ἢ τῆς φύσεως ἡσυχαζούσης, αὐτῇ τὸ πᾶν διατρεπτέον, ὅτε οὕτω συµφέρει τοσοῦτον ἀποδέουσιν οἱ ταῦτα µαθόντες τὴν δυσεντερίαν καὶ κιρσὸν καὶ αἱµοῤῥοΐδα πρὸ τοῦ καιροῦ σπεύδειν ἰᾶσθαι, ὥστε αὐτοὶ µηχανῶνται µηδ’ ὅλως ὄντα ποιῆσαι. καὶ ἔγωγε πολλοὺς οἶδα καὶ µελαγχολήσαντας καὶ ἄλλως ἐκµανέντας ἐπὶ τοιαύταις κενώσεσιν ἰατρῶν ἀµαθείᾳ κωλυθείσαις. οἱ δέ τινες αὐτῶν πλευρίτισι καὶ νεφρίτισιν ἑάλωσαν, ἄλλοι δὲ αἵµατος ἤµεσαν ἐκ γαστρὸς, ἢ ἐκ θώρακος ἀνέβηξαν, ἢ παραπληγίαις ἢ ὑδέροις ἀπώλοντο. ταῦτ’ ἐγὼ χρῆναι γινώσκειν φηµὶ τὸν ἰατρόν. αὕτη µεγάλη περὶ τὰς κενώσεις τέχνη.

7. Τὸ δ’ ὅσον χρὴ κενοῦν αἵµατος πλεονάζοντος οὐδὲν µέγα. τί δήποτ’ οὖν παρεῖδεν ὁ ᾿Ερασίστρατος αὐτὸ καθάπερ τι τῶν µεγάλων; ἢ τί ληροῦσιν οἱ πρὸς ἅπαν ἐρίζειν ἑτοιµότατοι τῆς κενώσεως ἄγνωστον εἶναι φάσκοντες, ὥσπερ καὶ τῶν ἄλλων βοηθηµάτων ταυτὸν κατηγοροῦντες; ἢ τίνος ὦ πρὸς θεῶν ἀκριβῶς οἴονται τὸ µέτρον λαβεῖν, ὡς µήθ’ ὑπερβάλλειν τὸ ποσὸν µήτ’ ἐλλείπειν; ἆρά γε κλυστῆρος, ἢ τῶν καθαιρόντων τινὸς φαρµάκων, ἢ τῶν οὔρησιν κινούντων, ἢ τροφῆς ἢ πόµατος οὐδενὸς τῶν πάντων; ὥρα τοίνυν αὐτοῖς εἰς ἅπαντα τὴν ὑποψίαν ἐκτείνουσιν ἡσυχάζειν περὶ πᾶν. τί ποτ’ οὖν αὐτὸς ὁ ᾿Ερασίστρατος καθαίρουσι χρῆται φαρµάκοις καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννὺς, ἄλλοις τέ τισι καὶ χολερικοῖς. ἐνταῦθα µέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθηµα µηδενὶ τῶν ἔµπροσθεν ἐγνωσµένον, µόνον διαρκὲς εἰς ἴασιν χολερικῶν ἤδη θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ τυχόντι δίδωσιν αὐτῷ καιρῷ, ἀλλ’ εἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ βοηθήµατος. καὶ οὐ µέµφοµαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστοχάσατο τοῦ καιροῦ. θαυµαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς µὲν αὐτὸς εἴρηκεν, εἰ Χρυσίππειόν τι διδάσκει, τολµηρὸς ἱκανῶς ἐστι καὶ οὐδὲν ἄρα τηνικαῦτ’ αὐτὸν, οὐκ ὀξύτης καιροῦ κατέπληξεν, οὐ τοῦ µέτρου τὸ δύσληπτον, οὐ τοῦ πάθους τὸ κινδυνῶδες, ἀλλ’ οὕτως οἴεται σαφῶς τε ἅµα καὶ ἀκριβῶς αὐτό τε τὸ µέτρον καὶ τὸν καιρὸν ἐκδιδάσκειν, ὥστ’ οὐ µόνον ἰατροῖς, ἀλλ’ ἤδη καὶ ἰδιώταις χρησίµους εἶναι τὰς ὑποθήκας νοµίζει. οἷς δ’ ἄν τινα δέοι τῶν πρεσβυτέρων ἰατρῶν ἐπαινέσαι τῆς εὑρέσεως, ἐνταῦθα παντάπασιν ἀποδιδράσκει. φέρε δὴ καὶ τοῦτο αὐτοῖς ἐπιδείξοµεν, ὡς παντὸς οὑτινοσοῦν βοηθήµατος ἐν φλεβοτοµίᾳ τὸ µέτρον εὐληπτότερον. εἰ καὶ γὰρ χρόας µεταβολὴν ἔνεστι πολλάκις τεκµήρασθαι καὶ διχῶς τοῦτο ποιῆσαι, ποτὲ µὲν τοῦ ῥέοντος αἵµατος, ποτὲ δὲ καὶ

1 ... 95 96 97 98 99 100 101 102 103 ... 182
Перейти на страницу: