Шрифт:
Закладка:
14. ᾿Αλλὰ µὴν καὶ ὡς ἐν ἑκάστῃ τῶν ἀρτηριῶν ἐστί τις δύναµις ἐκ τῆς καρδίας ἐπιρρέουσα, καθ’ ἣν διαστέλλονταί τε καὶ συστέλλονται, δέδεικται δι’ ἑτέρων. εἴπερ οὖν συνθείης ἄµφω τό τε ταύτην εἶναι τὴν κίνησιν αὐταῖς τό τε πᾶν τὸ διαστελλόµενον ἕλκειν ἐκ τῶν πλησίον εἰς ἑαυτό, θαυµαστὸν οὐδέν σοι φανεῖται τὰς ἀρτηρίας, ὅσαι µὲν εἰς τὸ δέρµα περαίνουσιν αὐτῶν, ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα διαστελλοµένας, ὅσαι δὲ κατά τι πρὸς τὰς φλέβας ἀνεστόµωνται, τὸ λεπτότατον ἐν αὐταῖς καὶ ἀτµωδέστατον ἐπισπᾶσθαι τοῦ αἵµατος, ὅσαι δ’ ἐγγὺς τῆς καρδίας εἰσίν, ἐξ αὐτῆς ἐκείνης ποιεῖσθαι τὴν ὁλκήν. ἐν γὰρ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ τὸ κουφότατόν τε καὶ λεπτότατον ἕπεται πρῶτον τοῦ βαρυτέρου τε καὶ παχυτέρου· κουφότατον δ’ ἐστὶ καὶ λεπτότατον ἁπάντων τῶν κατὰ τὸ σῶµα πρῶτον µὲν τὸ πνεῦµα, δεύτερον δ’ ὁ ἀτµός, ἐπὶ τούτῳ δὲ τρίτον, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασµένον τε καὶ λελεπτυσµένον αἷµα. ταῦτ’ οὖν εἰς ἑαυτὰς ἕλκουσιν αἱ ἀρτηρίαι πανταχόθεν, αἱ µὲν εἰς τὸ δέρµα καθήκουσαι τὸν ἔξωθεν ἀέρα· πλησίον τε γὰρ αὐταῖς οὗτός ἐστι καὶ κουφότατος ἐν τοῖς µάλιστα· τῶν δ’ ἄλλων ἡ µὲν ἐπὶ τὸν τράχηλον ἐκ τῆς καρδίας ἀνιοῦσα καὶ ἡ κατὰ ῥάχιν, ἤδη δὲ καὶ ὅσαι τούτων ἐγγὺς ἐξ αὐτῆς µάλιστα τῆς καρδίας· ὅσαι δὲ καὶ τῆς καρδίας πορρωτέρω καὶ τοῦ δέρµατος, ἕλκειν ταύταις ἀναγκαῖον ἐκ τῶν φλεβῶν τὸ κουφότατον τοῦ αἵµατος· ὥστε καὶ τῶν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα καθηκουσῶν ἀρτηριῶν [ἀπὸ τῶν ἐπὶ τῇ ῥάχει πεφυκυιῶν ἁπασῶν] τὴν ὁλκὴν ἐν τῷ διαστέλλεσθαι γίγνεσθαι παρά τε τῆς καρδίας αὐτῆς καὶ τῶν παρακειµένων αὐτῇ φλεβῶν παµπόλλων οὐσῶν.