Онлайн
библиотека книг
Книги онлайн » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Закладка:

Сделать
1 ... 15 16 17 18 19 20 21 22 23 ... 182
Перейти на страницу:
ἐκ µικρᾶς µεγάλην ἀπειργάζοντο. νυνὶ δὲ τοῦτ’ αὐτοῖς ἐνδεῖ τὸ ἔργον οὐδὲ καθ’ ἕνα τρόπον εἰς µίµησιν ἐνδεχόµενον ἀχθῆναι µὴ ὅτι τοῖς παισὶν ἀλλ’ οὐδ’ ἄλλῳ τινί [τῶν τελείων]· µόνης γὰρ τῆς φύσεως ἴδιόν ἐστιν. ὥστ’ ἤδη σοι δῆλον, ὡς ἀναγκαία τοῖς αὐξανοµένοις ἡ θρέψις. εἰ γὰρ διατείνοιτο µέν, ἀνατρέφοιτο δὲ µή, φαντασίαν ψευδῆ µᾶλλον, οὐκ αὔξησιν ἀληθῆ τὰ τοιαῦτα σώµατα κτήσεται. καίτοι καὶ τὸ διατείνεσθαι πάντη µόνοις τοῖς ὑπὸ φύσεως αὐξανοµένοις ὑπάρχει. τὰ γὰρ ὑφ’ ἡµῶν διατεινόµενα σώµατα κατὰ µίαν τινὰ διάστασιν τοῦτο πάσχοντα µειοῦται ταῖς λοιπαῖς οὐδ’ ἔστιν εὑρεῖν οὐδέν, ὃ συνεχὲς ἔτι µένον καὶ ἀδιάσπαστον εἰς τὰς τρεῖς διαστάσεις ἐπεκτεῖναι δυνάµεθα. µόνης οὖν τῆς φύσεως τὸ πάντη διιστάναι συνεχὲς ἑαυτῷ µένον ἔτι καὶ τὴν ἀρχαίαν ἅπασαν ἰδέαν φυλάττον τὸ σῶµα. καὶ τοῦτ’ ἔστιν ἡ αὔξησις ἄνευ τῆς ἐπιρρεούσης τε καὶ προσπλαττοµένης τροφῆς µὴ δυναµένη γενέσθαι.

8. Καὶ τοίνυν ὁ λόγος ἥκειν ἔοικεν ὁ περὶ τῆς θρέψεως, ὃς δὴ λοιπός ἐστι καὶ τρίτος ὧν ἐξ ἀρχῆς προὐθέµεθα. τοῦ γὰρ ἐπιρρέοντος ἐν εἴδει τροφῆς παντὶ µορίῳ τοῦ τρεφοµένου σώµατος προσπλαττοµένου θρέψις µὲν ἡ ἐνέργεια, θρεπτικὴ δὲ δύναµις ἡ αἰτία. ἀλλοίωσις µὲν δὴ κἀνταῦθα τὸ γένος τῆς ἐνεργείας, ἀλλ’ οὐχ οἵαπερ ἡ ἐν τῇ γενέσει. ἐκεῖ µὲν γὰρ οὐκ ὂν [ὀστοῦν] πρότερον ὕστερον ἐγένετο, κατὰ δὲ τὴν θρέψιν τῷ ἤδη γεγονότι συνεξοµοιοῦται τὸ ἐπιρρέον καὶ διὰ τοῦτ’ εὐλόγως ἐκείνην µὲν τὴν ἀλλοίωσιν γένεσιν, ταύτην δ’ ἐξοµοίωσιν [τε καὶ ὁµοίωσιν] ὠνόµασαν.

9. ᾿Επειδὴ δὲ περὶ τῶν τριῶν δυνάµεων τῆς φύσεως αὐτάρκως εἴρηται καὶ φαίνεται µηδεµιᾶς ἄλλης προσδεῖσθαι τὸ ζῷον, ἔχον γε καὶ ὅπως αὐξηθῇ καὶ ὅπως τελειωθῇ καὶ ὅπως ἕως πλείστου διαφυλαχθῇ, δόξειε µὲν ἂν ἴσως ἱκανῶς ἔχειν ὁ λόγος οὗτος ἤδη καὶ πάσας ἐξηγεῖσθαι τὰς τῆς φύσεως δυνάµεις. ἀλλ’ εἴ τις πάλιν ἐννοήσειεν, ὡς οὐδενὸς οὐδέπω τῶν τοῦ ζῴου µορίων ἐφήψατο, κοιλίας λέγω καὶ ἐντέρων καὶ ἥπατος καὶ τῶν ὁµοίων, οὐδ’ ἐξηγήσατο τὰς ἐν αὐτοῖς δυνάµεις, αὖθις δόξειεν ἂν οἷον προοίµιόν τι µόνον εἰρῆσθαι τῆς χρησίµου διδασκαλίας. τὸ γὰρ σύµπαν ὧδ’ ἔχει. γένεσις καὶ αὔξησις καὶ θρέψις τὰ πρῶτα καὶ οἷον κεφάλαια τῶν ἔργων ἐστὶ τῆς φύσεως· ὥστε καὶ αἱ τούτων ἐργαστικαὶ δυνάµεις αἱ πρῶται τρεῖς εἰσι καὶ κυριώταται· δέονται δ’ εἰς ὑπηρεσίαν, ὡς ἤδη δέδεικται, καὶ ἀλλήλων καὶ ἄλλων. τίνων µὲν οὖν ἡ γεννητική τε καὶ αὐξητικὴ δέονται, εἴρηται, τίνων δ’ ἡ θρεπτική, νῦν εἰρήσεται.

10. Δοκῶ γάρ µοι δείξειν τὰ περὶ τὴν [φυσικὴν] τῆς τροφῆς οἰκονοµίαν ὄργανά τε καὶ τὰς δυνάµεις αὐτῶν διὰ ταύτην γεγονότα. ἐπειδὴ γὰρ ἡ ἐνέργεια ταύτης τῆς δυνάµεως ἐξοµοίωσίς ἐστιν, ὁµοιοῦσθαι δὲ καὶ µεταβάλλειν εἰς ἄλληλα πᾶσι τοῖς οὖσιν ἀδύνατον, εἰ µή τινα ἔχοι κοινωνίαν ἤδη καὶ συγγένειαν ἐν ταῖς ποιότησι, διὰ τοῦτο πρῶτον µὲν οὐκ ἐκ πάντων ἐδεσµάτων πᾶν ζῷον τρέφεσθαι πέφυκεν, ἔπειτα δ’ οὐδ’ ἐξ ὧν οἷόν τ’ ἐστὶν οὐδ’ ἐκ τούτων παραχρῆµα, καὶ διὰ ταύτην τὴν ἀνάγκην πλειόνων ὀργάνων ἀλλοιωτικῶν τῆς τροφῆς ἕκαστον τῶν ζῴων χρῄζει. ἵνα µὲν γὰρ τὸ ξανθὸν ἐρυθρὸν γένηται καὶ τὸ ἐρυθρὸν ξανθόν, ἁπλῆς καὶ µιᾶς δεῖται τῆς ἀλλοιώσεως· ἵνα δὲ τὸ λευκὸν µέλαν καὶ τὸ µέλαν λευκόν, ἁπασῶν τῶν µεταξύ. καὶ τοίνυν καὶ τὸ µαλακώτατον οὐκ ἂν ἀθρόως σκληρότατον καὶ τὸ σκληρότατον οὐκ ἂν ἀθρόως µαλακώτατον γένοιτο, ὥσπερ οὐδὲ τὸ δυσωδέστατον εὐωδέστατον οὐδ’ ἔµπαλιν τὸ εὐωδέστατον δυσωδέστατον ἐξαίφνης γένοιτ’ ἄν. πῶς οὖν ἐξ αἵµατος ὀστοῦν ἄν ποτε γένοιτο µὴ παχυνθέντος γε πρότερον ἐπὶ πλεῖστον αὐτοῦ καὶ λευκανθέντος ἢ πῶς ἐξ ἄρτου τὸ αἷµα µὴ κατὰ βραχὺ µὲν ἀποθεµένου τὴν λευκότητα, κατὰ βραχὺ δὲ λαµβάνοντος τὴν ἐρυθρότητα; σάρκα µὲν γὰρ ἐξ αἵµατος γενέσθαι ῥᾷστον· εἰ γὰρ εἰς τοσοῦτον αὐτὸ παχύνειεν ἡ φύσις, ὡς σύστασίν τινα σχεῖν καὶ µηκέτ’ εἶναι ῥυτόν, ἡ πρώτη καὶ νεοπαγὴς οὕτως ἂν εἴη σάρξ· ὀστοῦν δ’ ἵνα γένηται, πολλοῦ µὲν δεῖται χρόνου, πολλῆς δ’ ἐργασίας καὶ µεταβολῆς τῷ αἵµατι. ὅτι δὲ καὶ τῷ ἄρτῳ καὶ πολὺ µᾶλλον θριδακίνῃ καὶ τεύτλῳ καὶ τοῖς ὁµοίοις παµπόλλης δεῖται τῆς ἀλλοιώσεως εἰς αἵµατος γένεσιν, οὐδὲ τοῦτ’ ἄδηλον. ἓν µὲν δὴ τοῦτ’ αἴτιον τοῦ πολλὰ γενέσθαι τὰ περὶ τὴν τῆς τροφῆς ἀλλοίωσιν ὄργανα. δεύτερον δ’ ἡ τῶν περιττωµάτων φύσις. ὡς γὰρ ὑπὸ βοτανῶν οὐδ’ ὅλως δυνάµεθα τρέφεσθαι, καίτοι τῶν βοσκηµάτων τρεφοµένων, οὕτως ὑπὸ ῥαφανίδος τρεφόµεθα µέν, ἀλλ’ οὐχ ὡς ὑπὸ τῶν κρεῶν. τούτων µὲν γὰρ ὀλίγου δεῖν ὅλων ἡ φύσις ἡµῶν κρατεῖ καὶ µεταβάλλει καὶ ἀλλοιοῖ καὶ χρηστὸν ἐξ αὐτῶν αἷµα συνίστησιν· ἐν δὲ τῇ ῥαφανίδι τὸ µὲν οἰκεῖόν τε καὶ µεταβληθῆναι δυνάµενον, µόγις καὶ τοῦτο καὶ σὺν πολλῇ τῇ κατεργασίᾳ, παντάπασιν ἐλάχιστον· ὅλη δ’ ὀλίγου δεῖν ἐστι περιττωµατικὴ καὶ διεξέρχεται τὰ τῆς πέψεως ὄργανα, βραχέος ἐξ αὐτῆς εἰς τὰς φλέβας ἀναληφθέντος αἵµατος καὶ οὐδὲ τούτου τελέως χρηστοῦ. δευτέρας οὖν αὖθις ἐδέησε διακρίσεως τῇ φύσει τῶν ἐν ταῖς φλεψὶ περιττωµάτων. καὶ χρεία καὶ τούτοις ὁδῶν τέ τινων ἑτέρων ἐπὶ τὰς ἐκκρίσεις αὐτὰ παραγουσῶν, ὡς µὴ λυµαίνοιτο τοῖς χρηστοῖς, ὑποδοχῶν τέ τινων οἷον δεξαµενῶν, ἐν αἷς ὅταν εἰς ἱκανὸν [ἀθροιζόµενον] πλῆθος ἀφίκηται, τηνικαῦτ’ ἐκκριθήσεται. δεύτερον δή σοι καὶ τοῦτο τὸ γένος τῶν ἐν τῷ σώµατι µορίων ἐξεύρηται τοῖς περιττώµασι τῆς τροφῆς ἀνακείµενον. ἄλλο δὲ τρίτον ὑπὲρ τοῦ πάντη φέρεσθαι, καθάπερ τινὲς ὁδοὶ πολλαὶ διὰ τοῦ σώµατος ὅλου κατατετµηµέναι. µία µὲν γὰρ εἴσοδος ἡ διὰ τοῦ στόµατος ἅπασι τοῖς σιτίοις, οὐχ ἓν δὲ τὸ τρεφόµενον ἀλλὰ πάµπολλά τε καὶ πάµπολυ διεστῶτα. µὴ τοίνυν θαύµαζε τὸ πλῆθος τῶν ὀργάνων, ὅσα θρέψεως ἕνεκεν ἡ φύσις ἐδηµιούργησε. τὰ µὲν γὰρ ἀλλοιοῦντα προπαρασκευάζει τὴν ἐπιτήδειον ἑκάστῳ µορίῳ τροφήν, τὰ δὲ διακρίνει τὰ περιττώµατα, τὰ δὲ παραπέµπει, τὰ δ’ ὑποδέχεται, τὰ δ’ ἐκκρίνει, τὰ δ’ ὁδοὶ τῆς πάντη φορᾶς εἰσι τῶν χρηστῶν χυµῶν, ὥστ’, εἴπερ βούλει τὰς δυνάµεις τῆς φύσεως ἁπάσας ἐκµαθεῖν, ὑπὲρ ἑκάστου τούτων ἂν εἴη σοι τῶν ὀργάνων ἐπισκεπτέον. ἀρχὴ δ’ αὐτῶν τῆς διδασκαλίας, ὅσα τοῦ τέλους ἐγγὺς ἔργα τε τῆς φύσεώς ἐστι καὶ µόρια καὶ δυνάµεις αὐτῶν.

11. Αὐτοῦ δὲ δὴ πάλιν ἀναµνηστέον ἡµῖν τοῦ τέλους, οὗπερ ἕνεκα τοσαῦτά τε καὶ τοιαῦτα τῇ φύσει δεδηµιούργηται µόρια. τὸ µὲν οὖν ὄνοµα τοῦ πράγµατος, ὥσπερ καὶ πρότερον εἴρηται, θρέψις· ὁ δὲ κατὰ τοὔνοµα λόγος ὁµοίωσις τοῦ τρέφοντος τῷ τρεφοµένῳ. ἵνα δ’ αὕτη γένηται, προηγήσασθαι χρὴ πρόσφυσιν, ἵνα δ’ ἐκείνη, πρόσθεσιν. ἐπειδὰν γὰρ ἐκπέσῃ τῶν ἀγγείων ὁ µέλλων θρέψειν ὁτιοῦν τῶν τοῦ ζῴου µορίων χυµός, εἰς ἅπαν αὐτὸ διασπείρεται πρῶτον, ἔπειτα προστίθεται κἄπειτα προσφύεται καὶ

1 ... 15 16 17 18 19 20 21 22 23 ... 182
Перейти на страницу: